Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Job
Job · Job 35 · brenton-septuagint
Choose a text —
⋯
More
Original / primary: Brenton Septuagint
35.1
Ὑπολαβὼν δὲ Ἐλιοὺς, λέγει,
35.2
Τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ, ὅτι εἶπας, δίκαιός εἰμι ἔναντι Κυρίου;
35.4
Ἐγώ σοι δώσω ἀπόκρισιν, καὶ τοῖς τρισὶ φίλοις σου.
35.5
Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε· κατάμαθε δὲ νέφη, ὡς ὑψηλὰ ἀπὸ σοῦ.
35.6
Εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
35.7
Ἐπεὶ δὲ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται;
35.8
Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
35.9
Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.
35.10
Καὶ οὐκ εἶπε, ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινὰς,
35.11
ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
35.12
Ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ, καὶ ἀπὸ ὕβρεως πονηρῶν.
35.13
Ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ.
35.14
Ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα, καὶ σώσει με· κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν.
35.15
“ Ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα·
35.16
καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.

Intertext edge

Open linked passage

Note