Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸν ὄντα καὶ ἐκδικοῦντα τὸν ἐκείνου θάνατον, ἐλυπούμην; Ἀλλ' ἐκείνου μὲν τῆς παρανομίας ἐμνημόνευον, τῆς δὲ σῆς εὐεργεσίας ἐπελανθανόμην, ἣν καὶ μετὰ θάνατον τοῦ μακαρίτου τοιαύτην ἔσεσθαι περὶ ἐμέ, οἵα ἦν καὶ περιόντος ἐκείνου, διὰ γραμμάτων δηλῶσαι κατηξίωσας; Ποίοις ὄμμασι τὸν ἀνδροφόνον ἔβλεπον; Ἢ πῶς οὐχ, ὑπὲρ σῆς σωτηρίας εὐχόμενος, ἐνόμιζον καὶ τὸν μακαρίτην ἐκεῖνον ὁρᾷν; Ἀδελφοὶ γὰρ ἀλλήλων εἰσὶ κάτοπτρα διὰ τὴν φύσιν. Διὰ τοῦτο καὶ σὲ βλέπων ἐν ἐκείνῳ, οὔ ποτε ἂν διέβαλον· κἀκεῖνον ἐν σοὶ πάλιν ὁρῶν, οὔ ποτε ἂν ἔγραψα τῷ κατ' ἐκείνου γενομένῳ, ἀλλὰ μᾶλλον περὶ τῆς σῆς σωτηρίας ηὐχόμην. Καὶ μάρτυρες τούτων προηγουμένως μὲν ὁ Κύριος, ὁ ἐπα κούσας καὶ χαρισάμενος ὁλόκληρόν σοι τὴν ἐκ προγόνων βασιλείαν· μάρτυρες δὲ καὶ οἱ τότε παρόντες, Φιληκήσιμος ὁ γενόμενος δοὺξ τῆς Αἰγύπτου, καὶ Ῥουφῖνος, καὶ Στέφανος, ὧν ὁ μὲν καθολικός, ὁ δὲ μάγιστρος ἦν ἐκεῖ· καὶ Ἀστέριος ὁ κόμης, καὶ Παλλάδιος ὁ γενόμενος τοῦ παλατίου μάγιστρος, Ἀντίοχός τε καὶ Εὐάγριος οἱ ἀγεντισηρίβους. Μόνον γὰρ ἔλεγον· Εὐξώμεθα περὶ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου· καὶ πᾶς ὁ λαὸς εὐθὺς μιᾷ φωνῇ ἐβόα· Χριστέ, βοήθει Κωνσταντίῳ· καὶ διέμενεν οὕτως εὐχόμενος.