Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι;– τὸν Πατέρα τοῦ λέγοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια», ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ. Δέσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ Λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας· σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα, γνοὺς τὴν καθ' ἡμῶν συκοφαντίαν, εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ, καὶ κατὰ τὸ γεγραμμένον· «Μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν». Οὕτω γὰρ καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος λεχθῆναι πεποίηκας. Οὐκοῦν ὅλως ἐρώτησον, μαθέτωσαν οἱ κατειρηκότες ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν. Καὶ εἰ μὴ τῷ χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν· τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι, καὶ γέγραπται· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει». Οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε· τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται. Ὁρᾷς γοῦν ἐκείνων μὲν τὴν ὑποψίαν, φευγόντων καὶ κρυπτομένων, ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. Οὐ γὰρ περὶ κτημάτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς Ἐκκλησίας. Ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν· τῶν δὲ λίθων ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· «Ῥόπαλόν ἐστιν ἡ διαβολή, καὶ μάχαιρα, καὶ τόξευμα ἀκιδωτὸν», ὡς εἶπε Σολομών· καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι δύναται· ταύτης δὲ παρορωμένης, αὐξάνει δεινότερον τὰ τραύματα.

Intertext edge

Open linked passage

Note