Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρή κασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομαι τῇ σῇ εὐσεβείᾳ· εἰς ταῦτα γὰρ ἡμᾶς ἕλκουσιν οἱ φιλέχθρως διακείμενοι πρὸς ἡμᾶς. Ναὶ γέγονεν, ὁμολογῶ· καὶ γὰρ καὶ τὰ πρῶτα λέγων οὐκ ἐψευσάμην, καὶ τοῦτο νῦν οὐκ ἀρνήσομαι. Ἀλλ' ἄλλως πάλιν ἢ ὡς αὐτοὶ κατειρήκασίν ἐστι τὸ πρᾶγμα. Καί μοι συγχώρησον εἰπεῖν, οὐκ ἐγκαινίων ἡμέραν ἐπετελέσαμεν, θεοσεβέστατε Αὔγουστε· τοῦτο γὰρ ἀθέμιτον ἦν ἀληθῶς πρὸ τῆς σῆς προστάξεως ποιῆσαι· οὐδὲ ἐκ παρασκευῆς εἰς τοῦτο παρήλθομεν· οὐδὲ ἐπίσκοπός τις οὐδὲ ἄλλος κληρικὸς εἰς τοῦτο κέκληται, ἔλειπε δὲ πολλὰ καὶ τῷ ἔργῳ. Ἀλλ' οὐδὲ ἐκ παραγγελίας γέγονεν ἡ σύναξις, ἵνα πρόφασιν εὕρωσιν οὗτοι τοῦ κατειπεῖν. Ἀλλὰ τὸ γενόμενον ἴσασι πάντες· ἄκουσον δὲ ὅμως τῇ σαυτοῦ ἐπιεικείᾳ καὶ μακροθυμίᾳ. Ἑορτὴ μὲν γὰρ ἦν τὸ Πάσχα, ὁ δὲ λαὸς πάνυ πολὺς καὶ τοσοῦτος ἦν ὅσον ἂν εὔξαιντο κατὰ πόλιν εἶναι Χριστιανῶν φιλόχριστοι βασιλεῖς. Τῶν τοίνυν ἐκκλησιῶν ὀλίγων καὶ βραχυτάτων οὐσῶν, θόρυβος ἦν οὐκ ὀλίγος, ἀξιούντων ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συνελθεῖν, κἀκεῖ πάντας εὔχεσθαι καὶ ὑπὲρ τῆς σῆς σωτηρίας· ὅπερ καὶ γέγονεν. Ἀλλ' ἐμοῦ παρακαλοῦντος τέως ἐπισχεῖν, καὶ ὅπως δήποτε μετὰ θλίψεως ἐν ταῖς ἄλλαις ἐκκλησίαις συναχθῆναι, οὐχ ὑπήκου σαν, ἀλλ' ἕτοιμοι γεγόνασιν ἐξελθεῖν τὴν πόλιν καὶ εἰς τοὺς ἐρήμους τόπους ἐν ἡλίῳ συνελθεῖν, βέλτιον ἡγούμενοι κάματον ἐνεγκεῖν ὁδοῦ, ἢ μετὰ λύπης τὴν ἑορτὴν ποιῆσαι.

Intertext edge

Open linked passage

Note