Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέπον ἦν καὶ ὅσιον ὑπακοῦσαι τὸν λαὸν τὸ Ἀμήν, ἐν ἐρήμοις, ἢ ἐν, τῷ ἤδη λεχθέντι Κυριακῷ; Σὺ δέ, θεοφιλέστατε βασιλεῦ, ποῦ τοὺς λαοὺς ἤθελες ἂν ἐκτεῖναι τὰς χεῖρας καὶ εὔξασθαι περὶ σοῦ; ἔνθα καὶ Ἕλληνες ἵστανται παρερχόμενοι, ἢ ἐν τῷ ἐπωνύμῳ σου τόπῳ, ὃν ἤδη, μᾶλλον δὲ καὶ ἅμα τῷ θεμελίῳ, Κυριακὸν πάντες ὀνομάζουσιν; Οἶδα ὅτι τὸν σὸν τόπον προκρίνεις· μειδιᾷς γὰρ, καὶ τοῦτο μειδιῶν σημαίνεις. Ἀλλ' ἔδει, φησὶν ὁ κατειπών, ἐν ταῖς ἐκκλησίαις τοῦτο γενέσθαι. Μικραὶ μὲν οὖν καὶ στεναί, καὶ πᾶσαι καθὰ προεῖπον, πρὸς τοὺς λαούς εἰσιν. Ἔπειτα δὲ πῶς ἔπρεπε γενέσθαι τὰς εὐχάς; καὶ πῶς ἦν βέλτιον κατὰ μέρος καὶ διῃρημένως τὸν λαὸν μετ' ἐπικινδύνου συνοχῆς, ἢ ὄντος ἤδη τόπου τοῦ δυναμένου δέξασθαι πάντας, ἐν αὐτῷ συνελθεῖν καὶ μίαν καὶ τὴν αὐτὴν μετὰ συμφωνίας τῶν λαῶν γενέσθαι τὴν φωνήν; Τοῦτο βέλτιον ἦν· τοῦτο γὰρ καὶ τὴν ὁμοψυχίαν ἐδείκνυε τοῦ πλήθους· οὕτω καὶ ταχέως ὁ Θεὸς ἐπακούει. Εἰ γὰρ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ἐπαγγελίαν, «ἐὰν δύο συμφωνήσαιεν περὶ παντὸς οὗ ἐὰν αἰτήσωνται, γενήσε ται αὐτοῖς»· τί, ἐὰν τοσούτων λαῶν συνελθόντων μία γένηται φωνὴ, λεγόντων τῷ Θεῷ τὸ Ἀμήν; Τίς γοῦν οὐκ ἐθαύμασε; Τίς οὐκ ἐμακάρισέ σε, βλέπων τὸν τοσοῦτον λαὸν ἐν ἑνὶ συνελθόντα τόπῳ; Πῶς ἔχαιρον οἱ λαοὶ βλέποντες ἀλλήλους τὸ πρότερον ἐν διῃρημένοις συνερχόμενοι τόποις; Τοῦτο πάντας ηὔφρανε, καὶ μόνον τὸν ἐνδιαβαλόντα ἐλύπησε.