Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ γὰρ γενόμεναι παρὰ πάντων περὶ τῆς σῆς σωτηρίας εὐχαὶ οὐκ ἐμποδίζουσι τὴν τῶν ἐγκαινίων πανήγυριν. Μὴ τοῦτο ψευδέσθωσαν οἱ ἀμαθεῖς· ἀλλὰ παρὰ μὲν τῶν Πατέρων μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς Γραφάς· μᾶλλον δὲ παρὰ σοῦ μαθέτωσαν, φιλολόγος γὰρ εἶ, ὅτι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ Ζοροβάβελ ὁ Σαλαθιὴλ ὁ σοφός, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου γραμματεύς, τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου, καὶ ἐνστάσης τῆς Σκηνοπηγίας, ἑορτὴ δὲ ἦν αὕτη καὶ πανήγυρις καὶ εὐχὴ μεγάλη ἐν τῷ Ἰσραήλ, συνήγαγον τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ, καὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ ἡτοί μασαν, κἀκεῖ προσήνεγκαν, κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν. Καὶ λοιπὸν οὕτως τὰς κατὰ Σάββατον καὶ νουμηνίαν προσέ φερον θυσίας, καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέφερον. Καὶ φανερῶς φησιν ἡ Γραφὴ ὅτι ταῦτα ἐγίγνετο καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο· ἀλλὰ μᾶλλον τούτων οὕτως εὐχομένων ὁ οἶκος προέκοπτεν ὁ οἰκοδομούμενος· καὶ οὔτε διὰ τὴν προσδοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ εὐχαί, οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπε πόδισται τὰ ἐγκαίνια· ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο· καὶ ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια, καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν καὶ πάντες ἑώρτασαν ἐπὶ τῇ τελεσιουργίᾳ. Τοῦτο δὲ πάλιν καὶ ὁ μακαρίτης Ἀλέξανδρος καὶ οἱ ἄλλοι Πατέρες πεποιήκασι· συναγαγόντες γὰρ καὶ τελειώσαντες τὸ ἔργον, ηὐχαρίστησαν τῷ Κυρίῳ, ἐγκαίνια ἐπιτελέσαντες. Τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ· ἕτοιμος γὰρ ὁ τόπος προαγνισθεὶς ταῖς προγενομέναις εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. Τοῦτο μὲν οὖν πληρώσειας, καὶ τὴν εὐχὴν ἀποδοίης τῷ Κυρίῳ, ᾧ καὶ τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.