Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Δὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σοῖς προστάγμασιν, ὥστε μὴ ἐξελθεῖν τὴν ἐκκλησίαν. Ἐκείνους μὲν οὖν θαυμάζω μὴ ἀποκάμνοντας ταῖς συκοφαντίαις· ἐγὼ δὲ ὅμως οὐδὲ οὕτως ἀποκάμνω, χαίρω δὲ μᾶλλον ἀπολογούμενος. Ὅσῳ γὰρ ἀπολογίαι πολλαὶ τοσούτῳ καὶ πλέον ἐκεῖνοι δύνανται καταγινώσκεσθαι. Οὐκ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, μὴ γένοιτο· οὐ γὰρ τηλικοῦτος ἤμην, ἵνα καὶ λογιστῇ πόλεως ἀντιστῶ, μήτιγε τηλικούτῳ βασιλεῖ, καὶ περὶ τούτου οὐ τοσούτων δεῖ τῶν παρ' ἐμοῦ λόγων· πᾶσα γὰρ ἡ πόλις μοι μαρτυρεῖ. Συγχώρησον δὲ ὅμως καὶ τοῦτο πάλιν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα· καὶ γὰρ ἀκούσας, θαυμάσεις, εὖ οἶδ' ὅτι, τῶν ἐχθρῶν τὴν εὐχέρειαν. Μοντάνος ὁ Παλατινὸς ἦλθε κομίζων ἐπιστολὴν, ὡς ἐμοῦ γράψαν τος, ἵνα εἰς τὴν Ἰταλίαν ἔλθω καὶ ἃ νομίζω λείπειν τοῖς ἐκκλησιαστικοῖς ταῦτα πληρωθῆναι δυνηθῇ. Τῇ μὲν οὖν σῇ εὐσεβείᾳ χάρις, ὅτι κατηξίωσεν, ὡς ἐμοῦ γράψαντος, ἐπινεῦσαι, καὶ τῆς ὁδοῦ πρόνοιαν πεποίη κεν ὑπὲρ τοῦ ταύτην ἐλθεῖν καὶ ἀκμητὶ διανῦσαί με· τοὺς δὲ ψευσαμένους τὰς σὰς ἀκοὰς τεθαύμακα πάλιν μὴ φοβηθέντας, ὅτι τὸ ψεῦδος ἴδιόν ἐστι τοῦ διαβόλου, καὶ οἱ ψευδόμενοι ἀλλότριοί εἰσι τοῦ λέγοντος· «Ἐγώ εἰμι ἡ ἀλήθεια». Οὐ γὰρ ἔγραψα οὐδὲ τοιαύτην ἐπιστολὴν εὑρεῖν ὁ κατήγορος δυνήσεται. Εἰ καὶ ἔδει με γράφειν καθημέραν, ἵνα τὴν ἀγαθήν σου πρόσοψιν θεωρῶ· ἀλλ' οὔτε τὰς Ἐκκλησίας καταλιμπάνειν ὅσιον οὐδὲ δι' ὄχλου τῇ σῇ εὐσεβείᾳ γίνεσθαι δίκαιον ἦν· μάλιστα ὅτι καὶ ἀπόντων ἡμῶν ἐπινεύεις ταῖς ἐκκλησιαστικαῖς ἀξιώσεσιν. Ἃ μὲν οὖν ἐκέλευσε Μοντάνος, κέλευσον ἀναγνῶναί με· ἔστι γὰρ ταῦτα...

Intertext edge

Open linked passage

Note