Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνασθαι. Δυνήσῃ γὰρ ἐκ τούτου μαθεῖν ὅτι καὶ ταύτην ἔπλασαν, ὥσπερ κἀκείνην ἐθρύλησαν περὶ τοῦ δυσωνύμου Μαγνεντίου. Καταγνωσθέντες δὲ καὶ περὶ ταύτης, εἰς ποίαν ἆρα μετὰ ταῦτα πάλιν ἕλκουσιν ἡμᾶς ἀπολογίαν; Τοῦτο γὰρ μεμελετήκασι, καὶ ταύτην ἔχουσιν, ὡς ὁρῶ, σπουδὴν πάντα κινεῖν καὶ θορυβεῖν. Τάχα λέγοντες πολλὰ παροξύνουσί ποτε καθ' ἡμῶν· ἀλλὰ τοὺς τοιούτους καὶ ἀποστρέφεσθαι καὶ μισεῖν δίκαιόν ἐστιν, ὅτι οἷοί εἰσι τοιούτους καὶ τοὺς ἀκούοντας αὐτῶν ὑπολαμβάνουσι, καὶ νομίζουσι δύνασθαι τὰς διαβολὰς ἰσχύειν καὶ παρὰ σοί. Ἴσχυσε γάρ ποτε ἡ τοῦ Δωὴκ κατὰ τῶν ἱερέων τοῦ Θεοῦ· ἀλλ' ὁ ἀκούσας Σαοὺλ ἦν ὁ ἄδικος. Καὶ Ἰεζάβελ δὲ διαβαλοῦσα ἠδυνήθη βλάψαι τὸν θεοσεβέστατον Ναβουθαί· ἀλλὰ καὶ Ἀχαὰβ ὁ πονηρὸς καὶ ἀποστάτης ὁ ἀκούων. Ὁ δὲ ἁγιώτατος Δαυίδ, οὗ μιμητὴν εἶναί σε προσήκει καὶ πάντες εὔχονται, τοὺς τοιούτους οὔτε προσίεται ἀλλὰ καὶ ὡς λυσσῶντας κύνας ἀπεστρέφετο λέγων· «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον». Ἐφύλαττε γὰρ τὴν λέγουσαν ἐντολήν· «Οὐ παραδέξῃ ἀκοὴν μάταιαν». Μάταια δὲ καὶ τὰ τούτων ἐστὶ παρὰ σοί· ᾔτησας γὰρ ὡς ὁ Σολομὼν καὶ σὺ παρὰ Κυρίου, καὶ εἰληφέναι πίστευε, τὸ μάταιον λόγον καὶ ψευδῆ μακρὰν ἀπὸ σοῦ γενέσθαι προσήκειν.

Intertext edge

Open linked passage

Note