Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε Διογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε ὡς προστάξεως οὔσης ἐνετείλατό μοι· ἀλλὰ καὶ ὅτε Συριανὸς ὁ στρατηλάτης εἰσῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπειδὴ παρὰ τῶν Ἀρειανῶν ἐθρυλεῖτό τινα, καὶ ἅπερ ἐβούλοντο, ἐπηγγέλλοντο γίνεσθαι, ἠρώτων εἰ γράμματα ἔχει περὶ ὧν θρυλοῦσι· γράμματα γὰρ ἀπῄτουν, ὁμολογῶ, τῆς προστάξεως. Ἐπειδὴ δὲ μὴ ἔχειν ἔλεγεν, ἠξίουν κἂν αὐτὸν Συριανὸν ἢ τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον γράψαι μοι περὶ τούτου. Τοῦτο δὲ οὕτως ἀπῄτουν, ἐπειδὴ γράψασά μοι ἦν ἡ σὴ φιλανθρωπία, ὥστε παρὰ μηδενός με ταράττεσθαι, μηδὲ ἀνέχεσθαι τῶν θελόντων ἡμᾶς πτοεῖν, ἀλλὰ μένειν ἐν ταῖς ἐκκλησίαις ἀμερίμνως. Οἱ μὲν οὖν κομίσαντες τὴν τοιαύτην ἐπιστολήν εἰσι Παλλάδιος, ὁ γενόμενος τοῦ παλατίου μάγιστρος, καὶ Ἀστέριος ὁ γενόμενος δοὺξ Ἀρμενίας. Τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς συγχώρησον ἀναγνῶναί με· ἔστι γὰρ τοῦτο·