Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι, οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν. Ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀτοπωτάτων ἀνῃρῆσθαι ἔγνων, πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέρα φρόνησις δυνήσεται κρῖναι. Καὶ ἐπειδή τινές εἰσιν, οἵτινες ἐν τῷ παρόντι καιρῷ τῷ οὕτω δακρυτικῷ δράματι καταπτοεῖν σε πειράζουσι, διὰ τοῦτο τὰ παρόντα ταῦτα γράμματα πρὸς τὴν σὴν τιμιότητα στεῖλαι ἔκρινα· προτρέπων σε ἵνα, ὥσπερ πρέπει ἐπισκόπῳ, εἰς τὴν κεχρεωστημένην θρησκείαν συντρέχειν διδάξειας τὸν δῆμον, καὶ μετ' αὐτοῦ κατὰ τὸ ἔθος ταῖς εὐχαῖς σχολάσειας· καὶ ἵνα μὴ θρύλοις εἴ τινες κατὰ τύχην συνδράμοιεν πισ τεύσειας. Ἡμῖν γὰρ τοῦτο ἀρέσκει τὸ σὲ κατὰ τὴν ἡμετέραν βούλησιν, ἐν παντὶ καιρῷ ἐν τῷ σῷ τόπῳ, ἐπίσκοπον εἶναι. Καὶ ἄλλῃ χειρί· Ἡ θεότης φυλάξειέ σε πολλοῖς ἐνιαυτοῖς, Πάτερ προσφιλέστατε.

Intertext edge

Open linked passage

Note