Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσεσιν ἁπλῶς; Ἐκεῖνοι δὲ μὴ δεικνύοντες πρόσταγμα τῆς σῆς εὐσεβείας, οὐκ ἄντικρυς ἐναντία ταύτης τῆς ἐπιστολῆς ἔπραττον; Ἐγὼ δέ, ὅτι γράμματα παρεῖχον, οὐκ ἀκολούθως ἡγούμην ἐκτὸς αὐτῶν εἶναι τὰς φάσεις; τοῖς τοιούτοις γὰρ μὴ προσέχειν με προσέταττεν ἡ ἐπιστολὴ τῆς σῆς φιλανθρωπίας. Δικαίως οὖν τοῦτο ἐποίουν, θεοφιλέστατε Αὔγουστε, ἵνα, ὥσπερ ἔχων ἐπιστολὰς εἰσῆλθον εἰς τὴν πατρίδα, οὕτως ἔχων πρόσταξιν ἀπ' αὐτῆς ἐξέλθω· καὶ μὴ ὡς φυγὼν τὴν Ἐκκλησίαν, ὑπεύθυνός ποτε γένωμαι, ἀλλ' ὡς κελευσθεὶς ἔχω πρόφασιν τῆς ἀναχωρήσεως. Τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ πλεῖστον δὲ τῆς πόλεως μέρος μετ' αὐτῶν, ἵνα μὴ λέγω πλέον, ἀπελθόντες πρὸς Συριανὸν, ἠξίουν· ἐκεῖ δὲ ἦν καὶ ὁ ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος. Ἡ δὲ ἀξίωσις ἦν ἢ γράψαι καὶ ἀποστεῖλαί μοι ἢ μηκέτι διοχλεῖν ταῖς Ἐκκλησίαις, ἕως ἂν αὐτοὶ οἱ λαοὶ περὶ τούτου πρεσβεύσωνται παρὰ σοί. Ἐπὶ πολὺ τοίνυν αὐτῶν ἀξιούντων, συνιδὼν Συριανὸς τὸ εὔλογον, διεβεβαιώσατο μαρτυρόμενος τὴν σὴν σωτηρίαν, καὶ ἐπὶ τούτῳ παρῆν τότε καὶ Ἱλάριος, μηκέτι μὲν διοχλεῖν ἀναφέρειν δὲ ἐπὶ τὴν σὴν θεοσέβειαν. Τοῦτο οἶδεν ἡ τάξις τοῦ δουκὸς καὶ ἡ τάξις τοῦ ἐπάρχου τῆς Αἰγύπτου. Καὶ ὁ πρύτανις δὲ τῆς πόλεως ἔχει τὰς φωνὰς, καὶ δύνασαι μαθεῖν, ὅτι οὔτε ἐγὼ οὔτε τις ἕτερος ἀντιλέγων ἦν τῇ σῇ προστάξει.

Intertext edge

Open linked passage

Note