Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα ταύτην ὁ κομίζων θαρρῇ καὶ γραφῇ τὸ προσταχθέν· ἐπειδὴ δὲ οὔτε φανερῶς ἔλεγον εἶναι πρόσταγμα, οὔτε, ὅπερ ἠξίουν, ἐγγράφως ἐπέστελλον, ἀλλ' ὡς ἀφ' ἑαυτῶν πάντα πράττοντες ἦσαν· ὁμολογῶ, καὶ τοῦτο λέγω μετὰ παρρησίας, ὕποπτος ἐγενόμην εἰς αὐτούς. Πολλοὶ γὰρ ἦσαν οἱ περὶ αὐτοὺς Ἀρειανοὶ, τούτοις τε συνήσθιον καὶ μετὰ τούτων ἐβου λεύοντο· καὶ οὐδὲν μὲν μετὰ παρρησίας ἔπραττον, ἐνέδρας δὲ καὶ δόλους ἐπιχειρεῖν ἐμελέτων κατ' ἐμοῦ. Καὶ οὐδὲν μὲν ὡς βασιλέως προστάξαντος ἐποίουν, ὡς δὲ παρ' ἐχθρῶν ἀξιούμενοι, ἤλεγχον ἑαυτούς. Τοῦτο γάρ με καὶ μᾶλλον ἀπαιτεῖν ἐποίει γράμματα παρ' αὐτῶν ἐπειδὴ καὶ ὕποπτα ἦν ἅπερ ἐπεχείρουν καὶ ἐσκέπτοντο· καὶ ὅτι ἀπρεπὲς ἦν, μετὰ τοσούτων συγγραμμάτων εἰσελθόντα με, χωρὶς γραμμάτων ἀναχωρῆσαι τῆς Ἐκκλησίας. Συριανοῦ τοίνυν ἐπαγγειλαμένου, συνήγοντο πάντες ἐν ταῖς ἐκκλησίαις μετὰ χαρᾶς καὶ ἀμεριμνίας. Ἀλλὰ μετὰ εἰκοσὶ καὶ τρεῖς ἡμέρας τῆς ἐπαγγελίας ἐπέρχεται μετὰ στρατιωτῶν τῇ ἐκκλησίᾳ, καὶ ἡμεῖς μὲν ηὐχόμεθα συνήθως· οὕτω γὰρ ἑωράκασιν οἱ εἰσελθόντες, ἐπειδὴ παννυχὶς ἦν ἐσομένης συνάξεως. Τοιαῦτα δὲ γέγονε τῇ νυκτὶ ἐκείνῃ, οἷα ἤθελον καὶ ἐπηγγέλλοντο πρὶν γενέσθαι οἱ Ἀρειανοί· αὐτοὺς γὰρ ἔχων μεθ' ἑαυτοῦ ἦλθεν ὁ στρατηλάτης· καὶ αὐτοὶ ἦσαν οἱ ἔξαρχοι καὶ σύμβουλοι τῆς τοιαύτης ἐφόδου. Καὶ τοῦτο οὐκ ἄπιστον, θεοφιλέστατε Αὔγουστε· οὐ γὰρ ἔλαθον ἀλλὰ πανταχοῦ κεκήρυκται. Ἐγὼ τοίνυν θεωρῶν τὴν ἔφοδον, παρακαλέσας πρότερον ἀναχωρῆσαι τοὺς λαούς, τότε κἀγὼ μετ' αὐτούς, τοῦ Θεοῦ καλύπτοντος καὶ ὁδηγοῦντος (καὶ τοῦτο γὰρ οἱ τότε μοι συνόντες ἑωράκασιν), ἀνεχώρησα· καὶ ἐξ ἐκείνου κατ' ἐμαυτὸν ἔμεινα, ἔχων παρρησίαν καὶ ἀπολογίαν καὶ προηγουμένως μὲν πρὸς τὸν Θεὸν ἔπειτα δὲ καὶ πρὸς τὴν σὴν εὐσέβειαν, ὅτι οὐκ ἔφυγον καταλείψας τοὺς λαοὺς ἀλλὰ μάρτυρα τῆς διώξεως ἔχω τὴν ἔφοδον τοῦ στρατηλάτου· ὃ μάλιστα καὶ πάντες ἐθαύμασαν. Ἔδει γὰρ ἢ μὴ ἐπαγγείλασθαι ἢ ἐπαγγειλάμενον μὴ ψεύσασθαι.