Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Apologia ad Constantium imperatore
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν. Ἀλλὰ τὸ βούλεσθαι λαθεῖν καὶ λευκοτέραν ἐποίει τὴν ὑποψίαν τοῦ μὴ ἔχειν αὐτοὺς πρόσταγμα. Τί δὲ ἄτοπον ἀπῄτουν, βασιλεῦ φιλάληθες; Πῶς οὐκ εὔλογον ἐπισκόπῳ τὴν τοιαύτην ἀξίωσιν ἄν τις εἴποι; οἶδας, ἀναγνοὺς τὰς Γραφάς, ἡλίκον ἐστὶ δὴ ἔγκλημα καταλιμπάνειν ἐπίσκοπον τὴν ἐκκλησίαν, καὶ ἀμελεῖν τῶν τοῦ Θεοῦ ποιμνίων. Ποιμένων γὰρ ἀπουσία πρόφασιν ἐφόδου τοῖς λύκοις παρέχει κατὰ τῆς ἀγέλης. Τοῦτο δὲ ἐζήτουν οἱ Ἀρειανοὶ καὶ οἱ ἄλλοι πάντες αἱρετικοὶ ἵνα τῇ ἡμῶν ἀπουσίᾳ χώραν εὕρωσιν ἀπατᾷν τοὺς λαοὺς εἰς ἀσέβειαν. Εἰ τοίνυν ἤμην φυγών, ποίαν ἀπολογίαν εἶχον παρὰ τοῖς ἀληθινοῖς ἐπισκόποις, μᾶλλον δὲ παρὰ τῷ πεπιστευκότι τὴν ἀγέλην; Ἔστι δὲ οὗτος ὁ κρίνων πᾶσαν τὴν γῆν, ὁ ἀληθινὸς παμβασιλεὺς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ. Πῶς οὐκ ἄν τις εὐλόγως τὴν ἀμέλειαν τῶν λαῶν εἰς ἐμὲ μετήνεγκε; Πῶς δὲ οὐκ ἂν ἐμέμψατο καὶ ἡ σὴ εὐσέβεια δικαίως λέγουσα· Διὰ τί, μετὰ γραμμάτων εἰσελθών, χωρὶς γραμμάτων ἀναχωρεῖς, καὶ κατέλειψας τοὺς λαούς; Πῶς δὲ καὶ αὐτὸς ὁ λαὸς εἰκότως ἐν ἡμέρᾳ κρίσεως τὴν ἑαυτῶν ἀμέλειαν ἔρριψαν εἰς ἐμὲ λέγοντες· Ὁ ἐπισκεπτόμενος ἡμᾶς ἔφυγε καὶ ἠμελήθημεν, οὐκ ὄντος τοῦ ὑπομιμνήσκοντος; Εἰ ταῦτα ἔλεγον, τί ἂν ἀπεκρινάμην; Τοιαύτην γὰρ μέμψιν ἔσχον διὰ τοῦ Ἰεζεχιὴλ καὶ οἱ ποιμένες τῶν παλαιῶν. Τοῦτο γινώσκων καὶ ὁ μακάριος ἀπόστολος Παῦλος ἑκάστῳ ἡμῶν διὰ τοῦ μαθητοῦ παρήγγειλε, λέγων· «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου». Τοῦτο κἀγὼ φοβούμενος οὐκ ἤθελον φυγεῖν, ἀλλὰ πρόσταξιν ἔχειν, εἴπερ ἦν βούλημα τῆς σῆς εὐσεβείας. Ἀλλ' οὔτε ἔλαβον ὅπερ εὐλόγως ἀπῄτουν, ἀλλὰ καὶ νῦν μάτην κατηγορήθην παρὰ σοί· οὔτε γὰρ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, οὔτε νῦν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν πειράσω, ἕως ἡ σὴ φιλανθρωπία τοῦτο βούληται. Καὶ τοῦτο δὲ προλαβὼν εἴρηκα, ἵνα μηδὲ περὶ τοῦτο πάλιν οἱ συκοφάνται πρόφασιν εὕρωσι κατειπεῖν ἡμῶν.

Intertext edge

Open linked passage

Note