Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστος σπουδὴ καὶ θεοσέβεια μάθῃ, ὡς αἱ καθ' ἡμῶν διαβολαὶ καὶ συκοφαντίαι δι' οὐδὲν ἕτερον γεγόνασιν ἢ ἵνα ἡμᾶς μὲν ἐκβάλωσι τῶν Ἐκκλησιῶν, τὴν δὲ ἰδίαν ἀσέβειαν ἀντεισενεγκεῖν δυνηθῶσι. Τῶν γὰρ ἀληθινῶν καὶ πολυετῶν ἐπισκόπων τῶν μὲν ἐξορισθέντων, τῶν δὲ φυγαδευθέντων, ἐθνικοὶ λοιπόν, κατηχούμενοι, καὶ οἱ τὰ πρῶτα τῆς βουλῆς ἔχοντες, καὶ οἱ ἐν πλούτῳ διαβόητοι ἀντὶ Χριστιανῶν εὐσεβῆ πίστιν παραγγέλλονται παρὰ τῶν Ἀρειανῶν ὁμιλήσωσι. Καὶ οὐκέτι μέν, ὡς παρήγγειλεν ὁ Ἀπόστολος, εἴ τίς ἐστιν ἀνεπίληπτος, ἐζητεῖτο· ὡς δὲ ὁ ἀσεβέστατος Ἱεροβοὰμ πεποίηκεν, ὁ πλεῖον διδοὺς χρυσίον ὠνομάσθη ἐπίσκοπος. Καὶ οὐ διέφερεν αὐτοῖς εἰ κἂν ἐθνικὸς ἐτύγχανε, μόνον εἰ χρυσίον παρεῖχε. Καὶ οἱ μὲν ἀπὸ Ἀλεξάνδρου ἐπίσκοποι, μονάζοντες καὶ ἀσκηταί, ἐξωρίσθησαν· οἱ δὲ σοφοὶ περὶ τὰς διαβολὰς διέφθειραν, τὸ ὅσον ἐπ' αὐτοῖς, τὴν ἀποστολικὴν διάταξιν, καὶ τὰς ἐκκλησίας ἐμίαναν. Μεγάλα γε ἐκέρδησαν αὐτῶν αἱ συκοφαντίαι, ἵνα ἐξῇ αὐτοῖς παρανομεῖν καὶ τοιαῦτα πράττειν ἐν τοῖς σοῖς καιροῖς, ὥστε κατ' αὐτῶν εἶναι τὸ γεγραμμένον· «Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν».