Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ Σαζανᾷ. Πάνυ διὰ φροντίδος καὶ διὰ σπουδῆς τῆς μεγίστης ἡμῖν ἐστιν ἡ τοῦ Κρείττονος γνῶσις. Δεῖ γὰρ, οἶμαι, τὸ κοινὸν τῶν ἀνθρώπων γένος τῆς ἴσης ἐν τοῖς τοιούτοις ἀξιοῦσθαι κηδεμονίας, ὡς ἂν μέχρι τῆς ἐλπίδος τὸν βίον διάγοιεν, τὰ τοιαῦτα περὶ τοῦ Θεοῦ γινώσκοντες καὶ μηδὲν διαφωνοῦντες περὶ τὴν τοῦ δικαίου καὶ ἀληθοῦς ἐξέτασιν. Τῆς αὐτῆς τοίνυν προνοίας ἀξιοῦντες ὑμᾶς, καὶ τῶν ἴσων Ῥωμαίοις μεταδιδόντες, ἕν τι μετ' αὐτῶν κρατεῖν δόγμα ἐν ταῖς Ἐκκλησίαις κελεύομεν. Οὐκοῦν Φρουμέντιον τὸν ἐπίσκοπον ἐκπέμπετε τὴν ταχίστην εἰς Αἴγυπτον παρὰ τὸν σεμνότατον Γεώργιον τὸν ἐπίσκοπον καὶ τοὺς ἄλλους τοὺς κατ' Αἴγυπτον, οἳ τοῦ χειροτονεῖν καὶ κρίνειν τὰ τοιαῦτα κύριοι μᾶλλόν εἰσιν. Ἴστε γὰρ δήπου καὶ μέμνησθε, εἰ μὴ λίαν τὰ παρὰ πᾶσιν ὁμολογούμενα μόνοι ἀγνοεῖν προσποιεῖσθε, ὅτι τὸν Φρουμέντιον τοῦτον εἰς ταύτην τὴν τάξιν τοῦ βίου κατέστησεν Ἀθανάσιος, μυρίοις ἔνοχος ὢν κακοῖς· ὃς οὐδὲν τῶν ἐπιφερομένων ἐγκλημάτων αὐτῷ δικαίως ἔσχεν ἐπιλύσασθαι, αὐτίκα τῆς μὲν καθέδρας ἐκπέπτωκε, καὶ τοῦ βίου τοῦ πάντη διαμαρτὼν ἀλᾶται, ἀπ' ἄλλης εἰς ἄλλην γῆν μετανιστάμενος, ὥσπερ ἐκ τούτου τὸ κακὸς εἶναι διαφευξόμενος. Εἰ μὲν οὖν ἑτοίμως ὑπακού σειεν ὁ Φρουμέντιος, εὐθύνας τῆς ὅλης καταστάσεως δώσων, δῆλος ἔσται παρὰ πάντων τῷ τῆς Ἐκκλησίας νόμῳ καὶ τῇ κρατούσῃ πίστει κατ' οὐδὲν διαφωνῶν· κριθείς τε καὶ δοὺς πεῖραν ἑαυτοῦ τοῦ παντὸς βίου, καὶ λόγον τούτου παρασχόμενος παρὰ τῶν τὰ τοιαῦτα κρινόντων. Καὶ καταστήσεται παρ' αὐτῶν εἰ μέλλοι τῷ ὄντι κατὰ τὸ δίκαιον ἐπίσκοπος εἶναι δοκεῖν. Εἰ δὲ ἀναβάλοιτο καὶ φύγοι τὴν κρίσιν, εὔδηλον δήπουθεν ὅτι τοῖς Ἀθανασίου τοῦ πονηροτάτου λόγοις ἠγμένος δυσσεβεῖ περὶ τὸ θεῖον, οὕτω προῃρημένος ὡς ἐκεῖνος ἀπεδείχθη πονηρὸς ὤν. Καὶ δέος μή, διαβὰς εἰς Αὔξουμιν, διαφθείρῃ τοὺς παρ' ὑμῖν, λόγους ἐναγεῖς καὶ δυσσεβεῖς παρεχόμενος, μὴ μόνον τὰς Ἐκκλησίας συγχέων καὶ θορυβῶν καὶ βλασφημῶν εἰς τὸν Κρείττονα ἀλλὰ καὶ τοῖς κατὰ τὸ ἔθνος ἐκ τούτων ἀνατροπὴν καὶ ἀνάστασιν παντελῆ προξενῶν. Ἴσμεν δὲ ὅτι, προσμαθών τι καὶ μέγα καὶ κοινὸν ὄφελος ἐκ τῆς τοῦ σεμνοτάτου Γεωργίου συνουσίας ἀπο νάμενος, καὶ τῶν λοιπῶν, ὅσοι παιδεύειν τὰ τοιαῦτα ἄκρως ἴσασι, τὴν αὐτὴν ἐπανήξει, πάντα τὰ τῶν ἐκκλησιαστικῶν εἰς ἄκρον ἠκριβωκώς. Ὁ Θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ τιμιώτατοι.