Apologia ad Constantium imperatore
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅτι τε αὐτὸς ψεύδεται, καὶ οὔτε ἐμάνην ἐγὼ οὔτε τῶν φρενῶν ἐξέστηκα, ἵνα κἂν ὡς ἐνθυμηθείς τι τοιοῦτον ὑπονοηθῶ. Διὸ οὐδ' ἂν ἄλλοις ἐρωτῶσιν ἀπεκρινάμην, ἵνα μηδὲ ἐν τῷ χρόνῳ τῆς ἀπολογίας οἱ ἀκούοντες κρεμαμένην ἔχωσι τὴν διάνοιαν· τῇ δὲ σῇ εὐσεβείᾳ λαμπρᾷ καὶ μεγάλῃ τῇ φωνῇ ἀπολογοῦμαι, καὶ τὴν χεῖρα ἐκτείνας, ὃ μεμάθηκα παρὰ τοῦ Ἀποστόλου, «μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμαυτοῦ ψυχήν»· καὶ, ὡς γέγραπται ἐν ταῖς Βασιλικαῖς ἱστορίαις· «μάρτυς Κύριος, καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ» (κἀμοὶ συγχώρησον εἰπεῖν), οὐδὲ πώποτε περὶ τῆς σῆς εὐσεβείας κακῶς ἐμνημόνευσα παρὰ τῷ ἀδελφῷ σου τῷ τῆς μακαρίας μνήμης Κώνσταντι, τῷ εὐσεβεστάτῳ Αὐγούστῳ. Οὐ παρώξυνα τοῦτον, ὡς οὗτοι διαβεβλήκασιν· ἀλλ' εἴ ποτε καὶ εἰσελθόντων ἡμῶν πρὸς αὐτὸν ἐμνημόνευσεν αὐτὸς τῆς σῆς φιλανθρωπίας, ἐμνημόνευσε δὲ καὶ ὅτε οἱ περὶ Θάλασσον ἦλθον εἰς τὴν Πιτυβίωνα, καὶ ἡμεῖς ἐν τῇ Ἀκυληΐᾳ διετρίβομεν· μάρτυς ὁ Κύριος, ὅπως ἐμνημόνευον ἐγὼ τῆς σῆς θεοσεβείας, καὶ ταῦτα ἔλεγον ἅπερ ὁ Θεὸς ἀποκαλύψει τῇ σῇ ψυχῇ, ἵνα καταγνῷς τῆς συκοφαντίας τῶν με διαβαλόντων παρὰ σοί. Συγχώρησον εἰπόντι μοι ταῦτα, φιλανθρωπότατε Αὔγουστε, καὶ πολλήν μοι συγγνώμην δός. Οὐ γὰρ οὕτως ἦν εὐχερὴς ὁ φιλόχριστος ἐκεῖνος, οὐδὲ τηλικοῦτος ἤμην ἐγὼ ἵνα περὶ τοιούτων ἐκοινολογούμεθα, καὶ ἀδελφὸν ἀδελφῷ διέβαλλον, ἢ παρὰ βασιλεῖ περὶ βασιλέως κακῶς μνημονεύσω. Οὐ μαίνομαι, βασιλεῦ, οὐδὲ ἐπελαθόμην τῆς θείας φωνῆς λεγούσης· «Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σου τὴν φωνὴν καὶ ὁ τὰς πτέρυγας ἔχων ἀπαγγελεῖ λόγον σου». Εἰ δὲ καὶ τὰ κατιδίαν λεγόμενα καθ' ὑμῶν τῶν βασιλέων οὐ κρύπτεται, πῶς οὐκ ἄπιστον εἰ παρόντος βασιλέως, καὶ τοσούτων ἑστώτων, ἔλεγον κατὰ σοῦ; Οὐ γὰρ μόνος ἑώρακά ποτε τὸν ἀδελφόν σου, οὐδὲ μόνῳ μοί ποτε ἐκεῖνος ὡμίλησεν· ἀλλ' ἀεὶ μετὰ τοῦ ἐπισκόπου τῆς πόλεως ἔνθα ἦν, καὶ ἄλλων τῶν ἐκεῖ παρατυγχανόντων εἰσηρχόμην· κοινῇ τε αὐτὸν ἐβλέπομεν, καὶ κοινῇ πάλιν ἀνεχωροῦμεν· δύναται Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληΐας ἐπίσκοπος μαρτυρῆσαι περὶ τούτου, ἱκανός ἐστιν ὁ Πατὴρ Ὅσιος εἰπεῖν, καὶ Κρισπῖνος ὁ τῆς Πατάβων, καὶ Λούκιλλος ὁ ἐν Βερωνί, καὶ Διονύσιος ὁ ἐν Ληΐδι, καὶ Βικέντιος ὁ ἐν Καμπανίᾳ ἐπίσκοπος. Καὶ ἐπειδὴ τετελευτήκασι Μαξιμῖνος ὁ Τριβέρεως, καὶ Προτάσιος ὁ τῆς Μεδιολάνου, δύναται καὶ Εὐγένιος ὁ γενόμενος μάγιστρος μαρτυρῆσαι· αὐτὸς γὰρ εἱστήκει πρὸ τοῦ βηλοῦ, καὶ ἤκουεν ἅπερ ἠξιοῦμεν αὐτὸν καὶ ἅπερ αὐτὸς κατηξίου λέγειν ἡμῖν. Ταῦτα τοίνυν εἰ καὶ ἱκανὰ πρὸς ἀπόδειξίν ἐστι, συγχώρησον ὅμως διηγήσασθαι καὶ τὸν λογισμὸν τῆς ἀποδημίας, ἵνα καὶ ἐκ τούτων καταγνῷς τῶν διαβαλλόντων ἡμᾶς μάτην.