Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Τοῦτο δὲ τὸ ἔθος οὐ καινόν, οὐδὲ ἀπὸ τῆς Ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ' ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ' Ἕλλησι διαβεβοημένοι θεοὶ Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥφαιστος καὶ Ἑρμῆς, καὶ ἐν θηλείαις Ἥρα καὶ Δήμητρα καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις, ταῖς Θησέως τοῦ παρὰ τοῖς Ἕλλησιν ἱστορουμένου διαταγαῖς ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται. ὢ πολλῆς ἐναντιότητος καὶ μανίας. τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν. καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμ βουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῇ τοῦ Θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν, ὡς αἱ μὲν παρὰ Θησέως διαταγεῖσαι, ὡς προειρήκαμεν, παρὰ δὲ Αἰγυπτίοις Ἶσις καὶ Κόρη καὶ Νεωτέρα, καὶ παρ' ἄλλοις Ἀφροδίτη. τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν, οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν, καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν, πρᾶγμα πάσχον τες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν (οὐκ ἂν γάρ, εἴπερ ᾔδεισαν αὐτοὺς θεούς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μηδ' ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο, ἵνα τοῦ μηκέτι εἶναι, τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες, παραμυθῶνται), τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται, καὶ τὴν τοῦ ἀληθινοῦ Θεοῦ τιμὴν τούτοις περιτιθέασιν. ἐν γοῦν Αἰγύπτῳ εἰσέτι καὶ νῦν ὁ περὶ Ὀσίρεως καὶ Ὥρου καὶ Τυφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν Δωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν Κρήτῃ Κορύβαντες, τὸν Δία μὴ εἶναι θεὸν ἐλέγχουσιν, ἀλλ' ἄνθρωπον, καὶ τοῦτον ἐκ πατρὸς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστόν, ὅτι καὶ ὁ πάνυ παρ' Ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ Θεοῦ διανοηθείς, ὁ Πλάτων, εἰς τὸν Πειραῖα μετὰ Σωκράτους κατέρχεται, τὴν ἀνθρώπου τέχνῃ πλασθεῖσαν Ἄρτεμιν προσκυνήσων.