Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ' αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται. οὐδεὶς γὰρ ἐγκωμιάζων τινά, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραί, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις, ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν. ὥσπερ οὖν εἴ τις, ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην, ἄλλως δὲ αὐτοὺς ἐπαίροι, τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζό μενος· οὕτω καὶ οἱ παρ' αὐτοῖς θαυμαστοὶ ποιηταί, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ' αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα, οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα, ἀλλὰ μᾶλ λον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι τὰς Θεοῦ ἐννοίας μὴ ἁρμό ζειν αὐτοῖς διελέγξουσι. καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις. ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον, ὡς εἶπεν ἡ γραφή, προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσι θεοῖς, ἀλλ' ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀναθεῖναι, καὶ μέγα καὶ δυσσεβὲς ἦν τὸ ὑπ' αὐτῶν τολμώμενον, τούτου ἕνεκεν καὶ ἄκοντες ὑπὸ τῆς ἀληθείας ἠναγκάσθησαν τὰ τούτων ἐκθέσθαι πάθη, ἵνα τοῖς μετὰ ταῦτα τὰ τούτων πάθη πρὸς ἔλεγχον τοῦ μὴ εἶναι τούτους θεοὺς ἐν ταῖς περὶ αὐτῶν γραφαῖς κείμενα πᾶσι φαίνηται.