Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Τίς οὖν ἀπολογία, τίς ἀπόδειξις περὶ τοῦ εἶναι τούτους θεοὺς γένοιτ' ἂν τοῖς ἐν τούτοις δεισιδαιμονοῦσιν; ἐκ μὲν γὰρ τῶν λεχθέν των μικρῷ πρότερον, ἀνθρώπους αὐτούς, καὶ ἀνθρώπους οὐ σεμνοὺς ὄντας, ὁ λόγος ἀπέδειξεν· εἰς ἐκεῖνο δὲ τάχα τραπήσονται, καὶ μέγα φρονήσουσιν ἐπὶ τοῖς ὑπ' αὐτῶν εὑρεθεῖσι τῷ βίῳ χρησίμοις, λέγοντες διὰ ταῦτα αὐτοὺς καὶ θεοὺς ἡγεῖσθαι, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι. Ζεὺς μὲν γὰρ λέγεται πλαστικὴν τέχνην ἐσχη κέναι, Ποσειδῶν δὲ τὴν τοῦ κυβερνήτου· καὶ Ἥφαιστος μὲν χαλ κευτικήν, Ἀθηνᾶ δὲ τὴν ὑφαντικήν· καὶ Ἀπόλλων μὲν τὴν μουσικήν, Ἄρτεμις δὲ τὴν κυνηγετικήν, καὶ Ἥρα στολισμόν, Δήμητρα γεωρ- γίαν, καὶ οἱ ἄλλοι ἄλλας, ὡς οἱ ἱστοροῦντες περὶ αὐτῶν ἐξηγήσαντο. ἀλλὰ ταύτας καὶ τὰς τοιαύτας ἐπιστήμας οὐκ αὐτοῖς μόνοις ἔδει τοὺς ἀνθρώπους ἀναθεῖναι, ἀλλὰ τῇ κοινῇ τῶν ἀνθρώπων φύσει, εἰς ἣν ἀτενίζοντες ἄνθρωποι τὰς τέχνας ἐφευρίσκουσι. τὴν γὰρ τέχνην καὶ οἱ πολλοὶ λέγουσι φύσεως αὐτὴν εἶναι μίμημα. εἰ τοίνυν ἐπιστή μονες περὶ ἃς ἐσπούδασαν τέχνας γεγόνασιν, οὐ διὰ τοῦτο καὶ θεοὺς αὐτοὺς νομίζειν ἀνάγκη, ἀλλὰ μᾶλλον ἀνθρώπους. οὐ γὰρ ἐξ αὐτῶν αἱ τέχναι, ἀλλ' ἐν ταύταις καὶ αὐτοὶ τὴν φύσιν ἐμιμήσαντο. ὄντες γὰρ ἄνθρωποι κατὰ φύσιν δεκτικοὶ ἐπιστήμης κατὰ τὸν περὶ αὐτῶν τεθέντα ὅρον, οὐδὲν θαυμαστὸν εἰ τῇ ἀνθρωπίνῃ διανοίᾳ καὶ αὐτοὶ εἰς τὴν ἑαυτῶν φύσιν ἀποβλέποντες, καὶ ταύτης ἐπιστήμην λαβόντες, τὰς τέχνας ἐπενόησαν. ἢ εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀναγορεύεσθαι λέγουσιν, ὥρα καὶ τοὺς τῶν ἄλλων τεχνῶν εὑρετὰς θεοὺς ἀναγορεύειν, καθ' ὃν λόγον κἀκεῖνοι τῆς τοιαύτης ὀνομασίας ἠξιώθησαν. γράμματα μὲν γὰρ ἐφεῦρον Φοίνι κες, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος· καὶ διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλεάτης, ῥητορικὴν δὲ τέχνην Κόραξ ὁ Συρακούσιος· καὶ καρπὸν μὲν μελισσῶν Ἀρισταῖος, σίτου δὲ σπορὰν Τριπτόλεμος· καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος· τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμοὺς καὶ μέτρα καὶ στάθμια Παλαμήδης ἐφεῦρε· καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ βίῳ τῶν ἀνθρώπων ἀπήγ γειλαν χρήσιμα, κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. εἴπερ οὖν αἱ ἐπιστῆμαι θεοποιοῦσι, καὶ διὰ ταύτας εἰσὶ θεοὶ γλυπτοί, ἀνάγκη καὶ τοὺς ὕστερον ἐκείνων ἐφευρετὰς τῶν ἄλλων γενομένους εἶναι κατ' αὐτοὺς θεούς· ἢ εἰ μὴ τούτους ἀξιοῦσι τῆς τοῦ Θεοῦ τιμῆς, ἀλλ' ἀνθρώπους ἐπιγινώσκουσιν· ἀκολουθεῖ καὶ τὸν Δία καὶ τὴν Ἥραν καὶ τοὺς ἄλλους μηδὲ ὀνομάζεσθαι θεούς, ἀλλὰ καὶ αὐτοὺς ἀνθρώ πους γεγενῆσθαι πιστεύειν, καὶ κατὰ περιττὸν ὅτι μηδὲ σεμνοὶ γεγόνασιν, ὡς καὶ ἀπ' αὐτῆς τῆς τῶν ἀγαλμάτων γλυφῆς οὐδὲν ἕτερον ἢ ἀνθρώπους αὐτοὺς ἐλέγχουσι.