Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Τίνα γὰρ ἄλλην αὐτοῖς γλύφοντες ἐπιβάλλουσι μορφὴν ἢ τὴν ἀρρένων καὶ γυναικῶν, καὶ τῶν ἔτι κατωτέρω τούτων καὶ ἀλόγων ὄντων τὴν φύσιν πετεινῶν παντοίων, τετραπόδων ἡμέρων τε καὶ ἀγρίων, καὶ ἑρπετῶν, ὅσα γῆ καὶ θάλαττα καὶ πᾶσα τῶν ὑδάτων ἡ φύσις φέρει; εἰς γὰρ τὴν τῶν παθῶν καὶ ἡδονῶν ἀλογίαν πεσόντες οἱ ἄνθρωποι, καὶ πλέον οὐδὲν ὁρῶντες ἢ ἡδονὰς καὶ σαρκὸς ἐπιθυμίας, ὡς ἐν τούτοις τοῖς ἀλόγοις τὴν διάνοιαν ἔχοντες, ἐν ἀλόγοις καὶ τὸ Θεῖον ἀνεπλάσαντο κατὰ τὴν ποικιλίαν τῶν παθῶν ἑαυτῶν, καὶ θεοὺς τοσούτους γλύψαντες. τετραπόδων τε γὰρ εἰκόνες καὶ ἑρ πετῶν, καὶ πετεινῶν εἰσι παρ' αὐτοῖς, καθὼς καὶ ὁ τῆς θείας καὶ ἀληθοῦς εὐσεβείας ἑρμηνεύς φησιν· Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, καὶ ἤλλα ξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. προπαθόντες γὰρ τὴν ψυχὴν ταῖς τῶν ἡδονῶν ἀλογίαις, ὡς προεῖπον, ἐπὶ τὴν τοιαύτην θεοπλαστίαν κατέπεσον· καὶ πεσόντες, λοιπὸν ὡς παραδοθέντες ἐν τῷ ἀποστραφῆναι τὸν Θεὸν αὐτοὺς οὕτως ἐν αὐτοῖς κυλίονται, καὶ ἐν ἀλόγοις τὸν τοῦ Λόγου Πατέρα Θεὸν ἀπεικάζουσι. Περὶ ὧν οἱ παρ' Ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μὲν οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ Θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν. οἱ δὲ ἔτι τούτων φιλο σοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντές φασι διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων, ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνωρί ζωσιν αὐτοῖς περὶ τῆς τοῦ Θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις, οἷς ἐντυγχάνοντες δύνανται γινώσκειν περὶ τῆς τοῦ Θεοῦ καταλήψεως, ἀπὸ τῆς δι' αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι· μὴ γένοιτο. ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ' ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ.