Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ' ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν; εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς, καὶ μή, πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν Θεόν; μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν, συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων, καὶ μὴ μᾶλλον δι' αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν Θεὸν ἐπιφαίνεσθαι; καλ λίων γὰρ ἂν ἡ περὶ τοῦ Θεοῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ' οἷς μάλιστα καθ' ἑαυτῶν ἀσέβειαν ἐργάζονται. τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν. ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι. ἢ τάχα τούτων μὲν οὐδέν, οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς Θεοῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ' ἐπιστήμης τέχνη τὸ Θεῖον ἐκκαλεῖ ται, ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα. ἀλλ' εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ Θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις; εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ Θεός, καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπι στήμην ἔχουσιν ἐν ἑαυτοῖς.

Intertext edge

Open linked passage

Note