Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπι φάνειαν ταῦτα ὑμῖν πεποίηται, ὦ Ἕλληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα, δι' ὧν ἐπικαλεῖσθε τὰς δυνά μεις, κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε; χάριν γὰρ τῆς περὶ Θεοῦ καταλήψεως γλύφοντες τὰς μορφάς, ὥς φατε, αὐτοῦ τοῦ Θεοῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε, πρᾶγμα πάσχοντες οὐκ εὐαγές. ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ Θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρό τητος, καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν Θεὸν δι' αὐτῶν, τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε, καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομά ζετε καὶ προσκυνεῖτε. εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε, τῆς ἐπὶ Θεὸν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾷν. οὐδὲ γὰρ εἰ γράφοι τις τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ' ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν, τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται. οὕτω καὶ ὑμεῖς, εἴπερ ἐρρωμένον εἴχετε τὸν λογισμόν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου. εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ Θεοῦ ἐπιφάνειαν, καὶ διὰ τοῦτο ὡς Θεὸν σημαίνοντα, θεοποιίας εἰσὶν ἄξια· ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα, φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῷ πλέον ἔδει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνα τώτερον καὶ θειότερον ὑπάρχοντα, ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται. εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην. οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ' αὐτῶν ἀξιῶν μαθεῖν.

Intertext edge

Open linked passage

Note