Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεόν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ' ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ' ἄλ λοις λεγομένων θεῶν γίγνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλίν εἰσι θεοί. Αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν Ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ Διὶ θύουσι. κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι. Λίβυες πρόβατον, ὃ καλοῦσιν Ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ' ἑτέρων εἰς θυσίαν σφάζεται. Ἰνδοὶ τὸν Διόνυσον θρησκεύουσι, συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι. ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα Αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι, καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες Αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους, καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι. σχεδὸν δὲ πᾶσα ἡ τῶν Αἰγυπτίων εἰδωλοποιία τῶν παρ' ἄλλοις θεῶν ἐστι θυσία· ὥστ' ἂν αὐτοὺς καὶ παρ' αὐτῶν ἐκείνων χλευάζεσθαι, ὅτι μὴ θεούς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ' αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα θεοποιοῦσιν.