Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέ χθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσι τύποι καὶ μορφαί, τοῖς παρ' αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν. καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγιαζόμενα θύματα ἀρχέτυπά εἰσι τῶν ὑπ' αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν, καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους. σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν. ἔμψυχα γὰρ ἀψύχοις θύουσι, καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι. Σκύθαι γὰρ οἱ καλούμενοι Ταύρειοι τῇ παρ' αὐτοῖς Παρθένῳ καλου μένῃ τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν Ἑλλήνων εἰς θυσίας ἀναφέρουσι, τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώ πων, καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ Πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατα σφάττουσι, μονονουχὶ κατὰ τῆς Προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν. ἄλλοι δὲ τῷ Ἄρει, ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνι καῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφ' ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται. οὐ μόνοι δὲ Σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν, ἀλλ' ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δρᾶμα. καὶ γὰρ καὶ Αἰγύπτιοι ἔθυον μὲν πάλαι τῇ Ἥρᾳ τοιαῦτα σφάγια· Φοίνικες δὲ καὶ Κρῆτες τὸν Κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο. καὶ οἱ πάλαι δὲ Ῥωμαῖοι τὸν καλούμενον Λατιάριον Δία ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως, καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο. ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις. ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ' αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο, ἴδιον ἡγού μενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα, ὡς αὐτοὶ νομίζουσι, μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγεί αις ἡττήθησαν οἱ ἄνθρωποι. καὶ γὰρ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστὶ μεστὴ δι' ὁμοιότητα τρόπων τῶν παρ' αὐτοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ' αὐτοῖς ἐπ' ἀσελγείᾳ μαρτυρούμενος.

Intertext edge

Open linked passage

Note