Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1
Ἀλλ' ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα οὐκ ἀρνήσονται καὶ αὐτοί· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ' ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ' οὐρανὸν κόσμον, καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεούς, πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει, ἀλλὰ καὶ τὴν ἀνθρώπων ὑπεραίρει φύσιν, τῷ τὰ μὲν ἐν οὐρανοῖς, τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι. πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ' αὐτῶν. Πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ' αὐτῶν μονονουχὶ βοῆσαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεόν, τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι, τὴν δὲ παρ' αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι, καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι' αὐτὴν ἀρνοῦνται Κύριον. οὕτω γὰρ τοὺς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα Κύριον καὶ ποιητὴν τὸν τοῦ Λόγου Πατέρα, τῇ ἀναντιρρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς, ᾗ φησι καὶ ἡ θεία νομοθεσία· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. πίστις δὲ τούτων οὐκ ἀφανής, ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν. εἰ γάρ τις καθ' ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι καὶ ἕκαστον ἰδίᾳ νοήσει, οἷον ἥλιον καθ' ἑαυτὸν μόνον, καὶ σελήνην χωρίς, καὶ γῆν αὖ καὶ ἀέρα, καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθ' ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν· εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα, καὶ ταῖς παρ' ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ συμπεριφέρεται καὶ ἐμπεριέχεται, καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ' οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ' ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ. ὅ τε ἀὴρ οὐχ ὑφ' ἑαυτοῦ, ἀλλ' ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπό μενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ' ἑαυτῆς ἐρήρεισται, ἀλλ' ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός. ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅποι δ' ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία. καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλά, κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμό τητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι' αὐτοῦ πανταχοῦ πνέουσι. περὶ γὰρ τῶν τεσσάρων στοιχείων, ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχράν, ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται, διαιρούμενα δὲ καὶ καθ' ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν; θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνε ται, καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται.

Intertext edge

Open linked passage

Note