Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ' ἡμῶν αὐτῶν· οὐδ', ὥσπερ ἐστὶν αὐτὸς ὁ Θεὸς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ' ἐν ἡμῖν ἐστι, καὶ ἀφ' ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν, καθὼς καὶ Μωϋσῆς ἐδίδασκε λέγων· Τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σοῦ ἐστιν. ὅπερ καὶ ὁ Σωτὴρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ Θεοῦ, δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ Πατρὸς σωτήριον Λόγον. καὶ μὴ προφασι ζέσθωσαν Ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω, ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων. πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο, τίς ἂν εἴη αὕτη· φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι, καὶ τὸν ἐν αὐτῇ νοῦν. δι' αὐτοῦ γὰρ μόνου δύναται Θεὸς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μή, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἔστι νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν. ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἔχει καὶ ταύτην λογικήν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι' ὀλίγων διὰ τοὺς ἀκεραίους, ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο, οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθεί σης, φανερώτερον δι' ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι.

Intertext edge

Open linked passage

Note