Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Λέγομεν οὖν, καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπι τιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν, καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦντες· διὰ τί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι, καὶ οὐχ ἃ δεῖ φρονεῖν φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυ τοὺς καὶ τοῦ Θείου ποιοῦσι; ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν Θεὸν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικά ζουσιν. ἢ διὰ τί, ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ Θεοῦ, οὕτως οὐ κατα φεύγουσι πάλιν πρὸς αὐτόν; δύνανται γάρ, ὥσπερ ἀπεστράφησαν τῇ διανοίᾳ τὸν Θεὸν καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεούς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν Θεόν. ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται, καὶ τοσοῦτον ἀπονίψωνται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ, καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν, ἵν' οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ Πατρὸς Λόγον, καθ' ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς, δυνηθῶσι. κατ' εἰκόνα γὰρ Θεοῦ πεποίηται καὶ καθ' ὁμοίωσιν γέγονεν, ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ Θεοῦ λέγουσα· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ' ἑαυτῆς ἀποτίθεται, καὶ μόνον τὸ κατ' εἰκόνα καθαρὸν φυλάττει, εἰκότως, διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ Πατρὸς τὸν Λόγον, καὶ ἐν αὐτῷ τὸν Πατέρα, οὗ καὶ ἔστιν εἰκὼν ὁ Σωτήρ, λογίζεται. Ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν, καὶ μὴ ὁρᾷν αὐτὴν τὸ κρεῖττον· ἀλλ' ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καταλαβεῖν, τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης. 35 Ἀγαθὸς γὰρ ὢν καὶ φιλάνθρωπος ὁ Θεός, καὶ κηδόμενος τῶν

Intertext edge

Open linked passage

Note