Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
ὑπ' αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως, τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι, τὸν δὲ ἀγένητον· τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε τῷ ἑαυτοῦ Λόγῳ ὁ Θεός, ἵν', ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώ ποις. ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ Φειδίου, ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμφαίνειν καὶ μὴ παρόντα Φειδίαν τοῖς ὁρῶσιν· οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν, κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται. οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ Θεός· μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀφῆκεν· ἀλλ' ὡς προεῖπον, οὕτω διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώ σκεσθαι. καὶ τοῦτο οὐ παρ' ἐμαυτοῦ φημι, ἀλλ' ἀφ' ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ Παῦλος, Ῥωμαίοις μὲν γράφων οὕτω· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Λυκάοσι δὲ παρρησιαζό μενος καὶ λέγων· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρω ποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὃς ἐν ταῖς παρῳχη μέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουρ γῶν, οὐρανόθεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρπο φόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. τίς γάρ, ὁρῶν τὸν οὐρανοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης, καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολή σεις, ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας, ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτά, ἀλλ' ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής; τίς δέ, ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα μεθ' ἡμέραν, σελήνην δὲ φαίνουσαν κατὰ νύκτα, καὶ φθίνουσαν, καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμόν, καὶ τῶν ἄστρων τὰ μὲν διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους, τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός;