Contra gentes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1
Τίς, ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ἰδὼν πῦρ ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ' ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα; τίς, ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι, καὶ ἔαρ θέρει, καὶ θέρος μετοπώρῳ, καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸν μὲν γὰρ ψύχει, τὸ δὲ καίει, τὸ δὲ τρέφει, τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀποτελοῦντα τὴν χρῆσιν· οὐκ ἂν ἐννοήσειεν ὅτι ἐστί τις κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπῃ τοῦ τον; τίς, ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι; ἢ τίς, ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει, ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα Θεόν; τίς, ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρανόθεν ὑετούς, καὶ ποταμῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονάς, καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς, κατανοή σας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ' αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα διακοσμησαμένη καὶ διέπουσα, ὡς ἂν αὐτῇ δοκῇ, μένουσα καλῶς; αὐτὰ μὲν γὰρ καθ' ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα. τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστίν, αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύ τερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστί, τὸ δ' αὖ πάλιν ὕδωρ κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται, καὶ οὐ καταφέρεται, ἀλλ' ἕστηκεν ἀκίνητος ἡ γῆ. καὶ τὸ μὲν ἄρρεν οὐ ταὐτόν ἐστι τῷ θήλει, καὶ ὅμως εἰς ἓν συνάγεται, καὶ μία παρ' ἀμφο τέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου. καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστί, καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτά, ἀλλ' ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν.