Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1
Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας, καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα, εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδίᾳ, καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν, ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν. δι' αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ' ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ' ἑαυτὰ ὄντα ἐναντία, συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. τούτῳ τῷ Θεῷ Λόγῳ πειθόμενα τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὡς προ εῖπον. καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῷ καὶ δι' αὐτοῦ γέγονε καὶ ἕστηκεν, ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οἷον γὰρ εἴ τις, λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών, ἓν τὸ σημαινό μενον μέλος ἀποτελοίη· οὕτω καὶ ἡ τοῦ Θεοῦ σοφία, τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών, καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι, καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως, αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ Πατρί, πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ Πατρὶ δοκῇ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων, ἀλλ' ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ, τὰ ἄνω, τὰ μέσα, τὰ κάτω, τὰ ὑγρά, τὰ ψυχρά, τὰ θερμά, τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν. ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθόν, τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι, κινεῖται· τὸ θερμὸν θερμαίνεται, καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ' αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι' αὐτοῦ.

Intertext edge

Open linked passage

Note