Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Εἰ μὲν γὰρ ἐκεῖνος μὲν τοῦ θεοῦ υἱός, ἡμεῖς δὲ τοῦ υἱοῦ υἱοὶ καλούμεθα,
10.1.2
πιθανὸν ἦν αὐτῶν τὸ πλάσμα· εἰ δὲ τοῦ θεοῦ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα, οὗ καὶ αὐτός
10.1.3
ἐστιν υἱός, δηλονότι καὶ ἡμεῖς τοῦ πατρὸς μετέχομεν τοῦ λέγοντος· «υἱοὺς ἐγέννησα
10.1.4
καὶ ὕψωσα». εἰ μὴ γὰρ μετείχομεν αὐτοῦ, οὐκ ἔλεγεν· «ἐγέννησα»· εἰ δὲ αὐτὸς
10.1.5
ἐγέννησεν, οὐχ ἕτερος ἀλλ' αὐτὸς 10. 2 ἡμῶν ἐστι πατήρ. καὶ οὐ διαφέρει πάλιν, εἰ
10.1.6
πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν,
10.1.7
ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον
10.1.8
καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο
10.1.9
προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν
10.1.10
καθέζονται «ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», οἱ δὲ
10.1.11
ἀκούουσι· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου»· καί· 10. 3 «εὖ δοῦλε ἀγαθὲ καὶ
10.1.12
πιστέ». τοιαῦτα μὲν οὖν ἐκεῖνοι φρονοῦντες εἰκότως φαντάζονται τοιούτου υἱοῦ ἀεὶ
10.1.13
μὴ εἶναι τὸν θεὸν πατέρα μηδὲ τὸν τοιοῦτον υἱὸν ἀεὶ εἶναι, ἀλλ' ἐξ οὐκ ὄντων
10.1.14
κτίσμα γεγενῆσθαι καὶ μὴ εἶναι πρὶν γεννηθῇ· ἄλλος γάρ ἐστιν οὗτος παρὰ 10. 4 τὸν
10.1.15
ἀληθινὸν τοῦ θεοῦ υἱόν. ἐπειδὴ δὲ ταῦτα λέγειν ἔτι τούτους οὐκ ἔστιν εὐαγές,
10.1.16
μᾶλλον γὰρ Σαδδουκαίων καὶ τοῦ Σαμοσατέως ἐστὶ τοῦτο τὸ φρόνημα, λείπει ἄρα
10.1.17
κατὰ τὴν ἑτέραν διάνοιαν, καθ' ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱός, λέγειν εἶναι καὶ
10.1.18
τὸν τοῦ θεοῦ υἱόν· τὸ γὰρ ἔκ τινος φύσει γεννώμενον καὶ μὴ ἔξωθεν ἐπικτώμενον
10.1.19
υἱὸν οἶδεν ἡ 10. 5 φύσις, καὶ τοῦτο τοῦ ὀνόματός ἐστι τὸ σημαινόμενον. ἆρ' οὖν
10.1.20
ἀνθρωποπαθὴς ἡ τοῦ υἱοῦ γέννησις; τοῦτο γὰρ ἴσως κατ' ἐκείνους καὶ αὐτοὶ
10.1.21
θελήσουσιν ἀντιθεῖναι μὴ γινώσκοντες. οὐδαμῶς. οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, ἐπεὶ
10.1.22
μηδὲ οἱ ἄνθρωποι ὡς ὁ θεός. οἱ μὲν γὰρ ἐξ ὕλης καὶ ταύτης οὔσης παθητικῆς
10.1.23
ἐκτίσθησαν, ὁ δὲ θεὸς ἄυλος καὶ ἀσώματος. 10. 6 εἰ δὲ αἱ αὐταὶ λέξεις ἐπὶ θεοῦ καὶ
10.1.24
ἀνθρώπων ἐν ταῖς θείαις ποτὲ κεῖνται γραφαῖς, ἀλλ' ἀν θρώπων ἐστὶ διορατικῶν, ὡς
10.1.25
παρήγγειλεν ὁ Παῦλος, προσέχειν τῇ ἀναγνώσει καὶ οὕτω διακρίνειν καὶ κατὰ τὴν
10.1.26
ἑκάστου τῶν σημαινομένων φύσιν τὰ γεγραμμένα διαγινώσκειν καὶ μὴ συγχέειν τὴν
10.1.27
διάνοιαν, ὥστε τὰ τοῦ θεοῦ μὴ ἀνθρωπίνως νοεῖν μηδὲ τὰ τῶν ἀνθρώπων ὡς περὶ
10.1.28
θεοῦ ποτε λογίζεσθαι. τοῦτο γάρ ἐστι τὸν οἶνον ὕδατι μίξαι καὶ πῦρ ἀλλότριον
10.1.29
ἐπιβάλλειν ἐπὶ τὸ θυσιαστήριον τῷ θείῳ πυρί.

Intertext edge

Open linked passage

Note