De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ,
15.1.2
ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ
15.1.3
ἡμεῖς προ τείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν
15.1.4
ἀπορήσαντας αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ' ἡμῶν· τάχα κἂν οὕτως
15.1.5
ἐντραπέντες ἀνα 15. 2 βλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες. τὸν υἱὸν τοῦ θεοῦ
15.1.6
μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν
15.1.7
σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ
15.1.8
σοφία»· ὁ δὲ Ἰωάννης εἰρη κώς· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», ἐπήγαγεν εὐθύς· «καὶ
15.1.9
ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος
15.1.10
καὶ ἀληθείας»· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ
15.1.11
σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ 15. 3 τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ
15.1.12
ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος
15.1.13
τοῦ Ἰσραήλ, ὅτι «ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας». εἰ μὲν οὖν ἀρνοῦνται τὰ
15.1.14
γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ
15.1.15
παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπω 15. 4 νόμασαν καὶ αὐτοί.
15.1.16
εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν
15.1.17
φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε,
15.1.18
καὶ μανέντες εἴπωσιν· «ἦν ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστός»·
15.1.19
πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ'
15.1.20
ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· «ἐξ οὐκ ὄντων
15.1.21
γέγονεν ὁ υἱός». τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον
15.1.22
ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.