De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ὅσης μὲν οὖν ἀσεβείας ἐστὶ τοῦτο μεστόν, οὐδένα τῶν κἂν βραχεῖαν
16.1.2
αἴσθησιν ἐχόντων ἀμφιβάλλειν ἡγοῦμαι. ἐπειδὴ δὲ τονθορύζοντες λέγουσιν,
16.1.3
ὀνόματα μόνον εἶναι τοῦ υἱοῦ λόγος καὶ σοφία, ἀναγκαῖον ἐρωτῆσαι τούτους· εἰ
16.1.4
ὀνόματα μόνον ἐστὶ ταῦτα 16. 2 τοῦ υἱοῦ, ἄλλος ἂν αὐτὸς εἴη παρὰ ταῦτα. καὶ εἰ μὲν
16.1.5
βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα
16.1.6
σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνο μάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ
16.1.7
τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν
16.1.8
ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα. τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ
16.1.9
πατήρ ἐστι, τὸν λέγοντα· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ὃν καὶ «ὁ ἑωρακὼς ἑώρακε
16.1.10
τὸν πατέρα», ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι, 16. 3 πᾶσαν ὑπερβάλλει
16.1.11
μανίαν. ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς
16.1.12
συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις
16.1.13
Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· «πολλοὺς λαλεῖ λόγους ὁ
16.1.14
θεός». ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός, 16. 4
16.1.15
ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί; πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ
16.1.16
θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ
16.1.17
παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ
16.1.18
ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν
16.1.19
τούτου πρόνοιαν πλη 16. 5 ρῶσαι. τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια
16.1.20
τῶν πάντων ἐστίν, ἑκάστου λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι
16.1.21
λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ
16.1.22
τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειό τητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.