Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Τῆς συνόδου βουλομένης τὰς μὲν τῶν Ἀρειανῶν τῆς ἀσεβείας λέξεις
19.1.2
ἀνελεῖν, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας φωνὰς γράψαι, ὅτι τε υἱός ἐστιν οὐκ ἐξ
19.1.3
οὐκ ὄντων, ἀλλ' ἐκ τοῦ θεοῦ, καὶ λόγος ἐστὶ καὶ σοφία, ἀλλ' οὐ κτίσμα οὐδὲ ποίημα,
19.1.4
ἴδιον δὲ ἐκ τοῦ πατρὸς γέννημα, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς πολυχρονίου κακοδοξίας
19.1.5
ἑαυτῶν ἑλκόμενοι ἐβούλοντο τὸ ἐκ τοῦ θεοῦ κοινὸν εἶναι πρὸς ἡμᾶς καὶ τὸν τοῦ
19.1.6
θεοῦ λόγον μηδέν τε ἐν τούτῳ διαφέρειν ἡμῶν αὐτὸν διὰ τὸ γεγράφθαι· «εἷς θεὸς ἐξ
19.1.7
οὗ τὰ πάντα», καὶ πάλιν· «τὰ ἀρχαῖα 19. 2 παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, τὰ
19.1.8
δὲ πάντα ἐκ τοῦ θεοῦ». ἀλλ' οἱ πατέρες θεωρήσαντες ἐκείνων τὴν πανουργίαν καὶ
19.1.9
τὴν τῆς ἀσεβείας κακοτεχνίαν ἠναγκάσθησαν λοιπὸν λευκότερον εἰπεῖν τὸ ἐκ τοῦ
19.1.10
θεοῦ καὶ γράψαι «ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν» ὑπὲρ τοῦ μὴ τὸ ἐκ τοῦ θεοῦ
19.1.11
κοινὸν καὶ ἴσον τοῦ τε υἱοῦ καὶ τῶν γενητῶν νομίζεσθαι, 19. 3 ἀλλὰ τὰ μὲν ἄλλα
19.1.12
πάντα κτίσμα, τὸν δὲ λόγον μόνον ἐκ τοῦ πατρὸς πιστεύεσθαι. κἂν γὰρ ἐκ τοῦ θεοῦ
19.1.13
τὰ πάντα λέγηται, ἀλλὰ ἄλλως ἢ ὡς ἔστιν ὁ υἱὸς εἴρηται. τὰ μὲν γὰρ κτίσματα διὰ τὸ
19.1.14
μὴ εἶναι εἰκῆ καὶ ἐκ ταὐτομάτου μηδὲ κατὰ τύχην ἔχειν τὴν γένεσιν κατὰ τοὺς
19.1.15
λέγοντας ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶν, ἢ ὥς τινες τῶν αἱρετικῶν ἄλλον
19.1.16
δημιουργὸν λέγουσιν, ἢ ὡς πάλιν ἄλλοι ὑπό τινων ἀγγέλων λέγουσιν εἶναι τὴν τῶν
19.1.17
πάντων σύστασιν, ἀλλ' ὅτι τοῦ θεοῦ ὄντος τὰ πάντα παρ' αὐτοῦ διὰ τοῦ λόγου οὐκ
19.4.1
ὄντα πρότερον εἰς τὸ εἶναι γέγονε, διὰ τοῦτο εἴρηται τὸ ἐκ τοῦ θεοῦ. ὁ δὲ λόγος,
19.4.2
ἐπεὶ μὴ κτίσμα ἐστίν, εἴρηται καὶ ἔστι μόνος ἐκ τοῦ πατρός, τῆς δὲ τοιαύτης διανοίας
19.4.3
γνώρισμα τὸ εἶναι τὸν υἱὸν ἐκ τῆς οὐσίας τοῦ πατρός· οὐδενὶ γὰρ τῶν γενητῶν
19.4.4
ὑπάρχει τοῦτο. ἀμέλει τὰ πάντα λέγων ὁ Παῦλος ἐκ τοῦ θεοῦ εὐθὺς ἐπήγαγε· «καὶ εἷς
19.4.5
κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ἵνα δείξῃ πᾶσιν, ὅτι ἄλλος μέν ἐστιν ὁ υἱὸς
19.4.6
τῶν πάντων τῶν ἐκ τοῦ θεοῦ γενομένων· τὰ γὰρ ἐκ τοῦ θεοῦ γενόμενα διὰ υἱοῦ
19.4.7
γέγονε· τῆς δὲ δημι ουργίας χάριν τῆς παρὰ θεοῦ γενομένης ταῦτ' εἴρηκε καὶ οὐ διὰ
19.4.8
τὸ εἶναι καὶ τὰ πάντα 19. 5 ὡς ἔστιν ὁ υἱὸς ἐκ τοῦ πατρός. οὔτε γὰρ τὰ πάντα ὡς ὁ
19.4.9
υἱὸς οὔτε ὁ λόγος εἷς τῶν πάντων ἐστί· τῶν γὰρ πάντων κύριος καὶ δημιουργός ἐστι.
19.4.10
διὰ τοῦτο γὰρ καὶ ἡ ἁγία σύνοδος λευκότερον εἴρηκεν ἐκ τῆς οὐσίας αὐτὸν εἶναι τοῦ
19.4.11
πατρός, ἵνα καὶ ἄλλος παρὰ τὴν τῶν γενητῶν φύσιν ὁ λόγος εἶναι πιστευθῇ μόνος
19.4.12
ὢν ἀληθῶς ἐκ τοῦ θεοῦ, καὶ μη κέτι πρόφασις πρὸς ἀπάτην ὑπολείπηται τοῖς
19.4.13
ἀσεβοῦσι. περὶ μὲν οὖν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.

Intertext edge

Open linked passage

Note