Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Οὐκοῦν εἰ τὰ ῥήματα καὶ οὗτοι ὡς ξένα προφασίζονται, φρονείτωσαν
21.1.2
τὴν διάνοιαν, καθ' ἣν ἡ σύνοδος οὕτως ἔγραψεν, ἀναθεματίζοντες ἅπερ
21.1.3
ἀνεθεμάτισεν ἡ σύνοδος καὶ λοιπόν, εἰ δύνανται, μεμφέσθωσαν τὰς λέξεις. εὖ δὲ
21.1.4
οἶδα, ὅτι φρονήσαντες τὴν διάνοιαν τῆς συνόδου καὶ τὰ ῥήματα τῆς διανοίας πάντως
21.1.5
ἀποδέξονται. ἂν δὲ καὶ ταύτην αἰ τιᾶσθαι θελήσωσι, δῆλοι πᾶσίν εἰσι μάτην καὶ περὶ
21.1.6
ἐκείνων λέγοντες καὶ μόνον ἀφορμὰς 21. 2 ἑαυτοῖς εἰς ἀσέβειαν ἐπινοοῦντες. ἡ μὲν
21.1.7
οὖν πρόφασις τῶν τοιούτων λέξεων αὕτη· εἰ δ' ὅτι καὶ μὴ ἔγγραφοί εἰσι πάλιν
21.1.8
γογγύζουσιν, αὐτόθεν μὲν αὐτοὶ ἐκβαλλέσθωσαν ὡς κενολογοῦντες καὶ τὸν νοῦν
21.1.9
οὐχ ὑγιαίνοντες· ἑαυτοὺς δὲ καὶ ἐν τούτοις αἰτιάσθωσαν, ὅτι πρῶτοι παρασχόντες
21.1.10
τὴν τοιαύτην πρόφασιν ἐξ ἀγράφων θεομαχεῖν ἤρξαντο. γινω σκέτω δὲ ὅμως, εἴ τίς
21.1.11
ἐστι φιλομαθής, ὅτι εἰ καὶ μὴ οὕτως ἐν ταῖς γραφαῖς εἰσιν αἱ λέξεις, ἀλλά, καθάπερ
21.1.12
εἴρηται πρότερον, τὴν ἐκ τῶν γραφῶν διάνοιαν ἔχουσι καὶ ταύτην ἐκφω 21. 3
21.1.13
νούμεναι σημαίνουσι τοῖς ἔχουσιν εἰς εὐσέβειαν τὴν ἀκοὴν ὁλόκληρον. σκοπεῖν δὲ
21.1.14
τοῦτό σε μὲν ἔξεστιν, ἐκείνους δὲ κατακούειν τοὺς ἀπαιδεύτους. δέδεικται ἐν τοῖς
21.1.15
ἔμπροσθεν, καὶ τοῦτ' ἔστιν ἀληθὲς πιστεύειν, τὸν λόγον ἐκ τοῦ πατρὸς εἶναι καὶ
21.1.16
μόνον ἴδιον αὐτοῦ καὶ φύσει γέννημα. πόθεν γὰρ ἄλλοθεν νοήσειέ τις τὸν υἱόν, ὅς
21.1.17
ἐστιν ἡ σοφία καὶ ὁ 21. 4 λόγος, ἐν ᾧ τὰ πάντα γέγονεν, ἢ ἐξ αὐτοῦ τοῦ θεοῦ; ὅμως δὲ
21.1.18
τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ Δαυὶδ λέγοντος·
21.1.19
«ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καί· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου
21.1.20
ἐγέννησά σε», τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις «εἰ ὁ θεὸς πατὴρ
21.1.21
ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον», καὶ πάλιν· «οὐχ ὅτι τὸν
21.1.22
πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καὶ μὴν
21.1.23
καὶ τό· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καί· «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» ἴσον
21.1.24
ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ
21.1.25
λέγων· «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο»,
21.1.26
μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν
21.1.27
γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;

Intertext edge

Open linked passage

Note