Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος τοιοῦτον
23.1.2
ἔχει τὸν νοῦν. οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ
23.1.3
σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν λόγον πρὸς τὸν θεόν, τοῦτο
23.1.4
γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν, ἀλλὰ ἀπαύγασμα αὐτὸν
23.1.5
εὐηγγελίσαντο πάντες, ἵνα τὸ 23. 2 ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς
23.1.6
τὸν πατέρα ἑνότητα δηλώσωσι. καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον
23.1.7
αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, εἰ μὴ τῆς τοῦ
23.1.8
πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν
23.1.9
ἑαυτοῦ πατέρα σώζειν. οὕτω δὴ τοῦ λόγου φα νέντος εὐσεβοῦς ἀκόλουθον ἂν εἴη
23.1.10
μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς χριστομάχους, 23. 3 ἐχούσης καὶ τῆς λέξεως
23.1.11
ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν. εἰ γὰρ δή φαμεν ἐκ τῆς οὐσίας εἶναι τοῦ
23.1.12
θεοῦ τὸν λόγον (λοιπὸν γὰρ ἡ λέξις ὁμολογείσθω καὶ παρ' αὐτῶν), τί ἂν εἴη τοῦτο ἢ
23.1.13
τὸ ἀληθῶς καὶ ἀίδιον τῆς οὐσίας, ἐξ ἧς καὶ γεγέννηται; οὐ γὰρ ἑτερο ειδές, ἵνα μὴ
23.1.14
ξένον καὶ ἀνόμοιον τῇ οὐσίᾳ τοῦ πατρὸς ἐπιμιγνύηται, οὐδὲ ἔξωθεν ἁπλῶς ὅμοιος,
23.1.15
ἵνα μὴ καθ' ἕτερον ἢ ὅλως ἑτεροούσιος φαίνηται, ὥσπερ χαλκὸς στίλβων καὶ χρυσὸς
23.1.16
καὶ ἄργυρος καὶ κασσίτερος. ταῦτα γὰρ ξένα καὶ ἑτεροφυῆ ἀλλήλων καὶ ἀπεσχοινισ
23.1.17
μένα τῇ φύσει καὶ τῇ δυνάμει τυγχάνουσι· καὶ οὔτε ὁ χαλκὸς ἴδιος τοῦ χρυσοῦ οὔτε ἡ
23.1.18
φάσσα ἐκ τῆς περιστερᾶς, ἀλλὰ ὅμοια μὲν νομίζεται εἶναι, ἑτεροούσια δὲ ἀλλήλων
23.1.19
ἐστίν. 23. 4 εἰ μὲν οὖν καὶ ὁ υἱὸς οὕτως ἐστίν, ἔστω κτίσμα ὥσπερ καὶ ἡμεῖς καὶ μὴ
23.1.20
ὁμοούσιος· εἰ δὲ υἱός ἐστι λόγος, σοφία, εἰκὼν τοῦ πατρός, ἀπαύγασμα, εἰκότως
23.1.21
ὁμοούσιος ἂν εἴη. εἰ μὴ γὰρ τὸ μὴ ἐκ τοῦ θεοῦ, ἀλλ' ὡς ὄργανον ἑτεροφυὲς καὶ
23.1.22
ἑτεροούσιον δείκνυται, καλῶς ἄρα ἡ σύνοδος ἔγραψε καὶ νενόηκεν ὀρθῶς.

Intertext edge

Open linked passage

Note