De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ἀμέλει τῶν λεξειδίων αὐτῶν δειχθέντων τότε φαύλων καὶ ἀεὶ δὲ
28.1.2
εὐελέγκτων ὄντων ὡς ἀσεβῶν ἐχρήσαντο παρ' Ἑλλήνων λοιπὸν τὴν λέξιν τοῦ
28.1.3
ἀγενήτου, ἵνα προφάσει καὶ τούτου τοῦ ὀνόματος ἐν τοῖς γενητοῖς πάλιν καὶ τοῖς
28.1.4
κτίσμασι συναριθμῶσι τὸν τοῦ θεοῦ λόγον, δι' οὗ αὐτὰ τὰ γενητὰ γέγονεν· οὕτως
28.1.5
εἰσὶ πρὸς ἀσέβειαν ἀναίσχυντοι καὶ 28. 2 πρὸς τὰς τοῦ κυρίου βλασφημίας
28.1.6
φιλόνεικοι. εἰ μὲν οὖν ἀγνοοῦντες τὸ ὄνομα οὕτως ἀναισχυντοῦσιν, ἔδει μαθεῖν
28.1.7
αὐτοὺς παρὰ τῶν αὐτοῖς δεδωκότων αὐτό, ὅτι καὶ ὃν λέ γουσιν ἐκ τοῦ ἀγαθοῦ νοῦν
28.1.8
καὶ τὴν ἐκ τοῦ νοῦ ψυχήν, καίτοι γινώσκοντες τὸ ἐξ ὧν εἰσιν οὐκ ἐφοβήθησαν ὅμως
28.1.9
καὶ αὐτὰ εἰπεῖν ἀγένητα εἰδότες, ὅτι καὶ τοῦτο λέγοντες οὐκ ἐλατ τοῦσι τὸ πρῶτον
28.1.10
ἐξ οὗ καὶ ταῦτα πέφυκε, καὶ ἢ καὶ αὐτοὺς οὕτω λέγειν ἢ μηδ' ὅλως λέγειν περὶ ὧν
28.1.11
οὐκ ἴσασιν. εἰ δὲ νομίζουσι γινώσκειν, ἀναγκαῖον αὐτοὺς ἐρωτῆσαι, ἐπεὶ μάλιστα καὶ
28.1.12
οὐκ ἔστιν ἐκ τῶν θείων γραφῶν ἡ λέξις, ἀλλὰ πάλιν ἀγράφως λαλοῦντες 28. 3
28.1.13
φιλονεικοῦσιν. ἐγὼ μὲν γὰρ τὴν αἰτίαν καὶ τὴν διάνοιαν, καθ' ἣν ἡ σύνοδος τὸ ἐκ
28.1.14
τῆς οὐσίας καὶ τὸ ὁμοούσιον συμφώνως τοῖς ἐκ τῶν γραφῶν περὶ τοῦ σωτῆρος
28.1.15
εἰρημένοις καὶ ὅσοι πρὸ αὐτῶν ἐξέθεντο πατέρες καὶ ἔγραψαν, διηγησάμην· καὶ
28.1.16
αὐτοὶ δέ, εἴπερ ἄρα δύνανται, ἀποκρινέσθωσαν, πῶς εὗρον τὴν ἄγραφον ταύτην
28.1.17
λέξιν, ἢ ποίᾳ διανοίᾳ 28. 4 τὸν θεὸν ἀγένητον λέγουσι. διαφόρους γὰρ σημασίας
28.1.18
ἔχειν τὸ ὄνομα ἀκήκοα. λέ γεσθαι γάρ φασιν ἀγένητον τὸ μήπω μὲν γενόμενον,
28.1.19
δυνάμενον δὲ γενέσθαι, καὶ πάλιν τὸ μήτε ὑπάρχον μήτε δυνάμενον εἰς τὸ εἶναι
28.1.20
γενέσθαι, καὶ τρίτον ἐστὶν αὐτοῦ σημαινό μενον τὸ ὑπάρχον μέν, μήτε δὲ γενητὸν
28.1.21
μήτε ἀρχὴν ἐσχηκὸς εἰς τὸ εἶναι, ἀλλ' ἀίδιον ὂν 28. 5 καὶ ἀδιάφθορον. ἴσως μὲν οὖν
28.1.22
τὰς πρώτας δύο διανοίας παρελθεῖν ἐθελήσουσι διὰ τὸ ἐκεῖθεν ἄτοπον· κατὰ γὰρ τὴν
28.1.23
πρώτην ἔσται τά τε ἤδη γινόμενα καὶ τὰ προσδοκώ μενα γενέσθαι ἀγένητα· τὸ γὰρ
28.1.24
δεύτερον πλέον ἔχει τούτου τὸ ἄτοπον. ἐπὶ δὲ τὴν τρίτην λοιπὸν βαδιοῦνται κατ'
28.1.25
αὐτὴν ὀνομάζοντες τὸ ἀγένητον. ἀλλὰ καὶ τοῦτο λέ 28. 6 γοντες οὐδὲν ἧττόν εἰσιν
28.1.26
ἀσεβεῖς. εἰ γὰρ τὸ μὴ ἔχον ἀρχὴν εἰς τὸ εἶναι μηδὲ γενητὸν ἢ κτιστόν, ἀλλ' ἀίδιον ὄν,
28.1.27
τοῦτο λέγουσιν ἀγένητον, τοὐναντίον δὲ τούτων εἶναι τὸν τοῦ θεοῦ λόγον, τίς οὐ
28.1.28
συνορᾷ τὴν πανουργίαν τῶν θεομάχων; τίς οὐκ ἂν αὐτοὺς οὕτω μαινομένους
28.1.29
καταλιθώσειεν; ἐπειδὴ γὰρ αἰσχύνονται προφέρειν ἔτι τὰ πρῶτα τῶν μύθων ἑαυτῶν
28.1.30
λογάρια, ἐφ' οἷς κατεγνώσθησαν, ἄλλως πάλιν αὐτὰ σημαίνειν ἐπενόησαν οἱ
28.1.31
δείλαιοι διὰ τοῦ ὀνόματος τοῦ ὡς αὐτοὶ λέγουσιν ἀγενήτου. εἰ γὰρ ὁ υἱὸς τῶν
28.1.32
γενητῶν ἐστι, δηλονότι ἐξ οὐκ ὄντων καὶ αὐτὸς γέγονε, καὶ εἰ ἀρχὴν ἔχει τοῦ εἶναι,
28.1.33
οὐκ ἦν ἄρα πρὶν γεννηθῇ, καὶ εἰ μή ἐστιν ἀίδιος, ἦν ποτε ὅτε οὐκ ἦν.