De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Ἀλλ' ἴσως καὶ διὰ τὸ ὄνομα τὸ ἀγένητον ἐλεγχθέντες πονηροὶ τὸν
32.1.2
τρόπον ὄντες ἐθελήσουσι καὶ αὐτοὶ λέγειν· ἔδει καὶ περὶ τοῦ κυρίου καὶ σωτῆρος
32.1.3
ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῶν γραφῶν τὰ περὶ αὐτοῦ γεγραμμένα λέγεσθαι καὶ μὴ
32.1.4
ἀγράφους ἐπεισάγεσθαι λέξεις. ναὶ ἔδει, φαίην ἂν καὶ ἔγωγε, ἀκριβέστερα γὰρ ἐκ
32.1.5
τῶν γραφῶν μᾶλλον ἢ ἐξ ἑτέρων ἐστὶ τὰ τῆς ἀληθείας γνωρίσματα· ἀλλ' ἡ
32.1.6
κακοήθεια καὶ μετὰ πανουργίας παλίμβολος ἀσέβεια τῶν περὶ Εὐσέβιον ἠνάγκασε,
32.1.7
καθὰ προεῖπον, τοὺς ἐπισκόπους λευκότερον 32. 2 ἐκθέσθαι τὰ τὴν ἀσέβειαν αὐτῶν
32.1.8
ἀνατρέποντα ῥήματα. καὶ τὰ μὲν παρὰ τῆς συνόδου γραφέντα διάνοιαν ὀρθὴν
32.1.9
ἔχοντα δέδεικται, τῶν δ' Ἀρειανῶν καὶ τὰ λογάρια σαθρὰ καὶ ὁ τρόπος πονηρὸς
32.1.10
ἐφάνη. καὶ γὰρ καὶ τὸ ἀγένητον ὄνομα, ἰδίαν ἔχον διάνοιαν καὶ δυνά μενον εὐσεβῶς
32.1.11
προφέρεσθαι, αὐτοὶ πάλιν κατὰ τὴν ἰδίαν ἐνθύμησιν ὡς ἠθέλησαν ὀνομάζου 32. 3 σιν
32.1.12
ἐπ' ἀτιμίᾳ τοῦ σωτῆρος, ἵνα μόνον ὡς γίγαντες θεομαχεῖν φιλονεικῶσιν. ἀλλ' οὔτε
32.1.13
ἐκεῖνα τὰ λογάρια προφέροντες ἔμειναν ἀκατάγνωστοι οὔτε τὸ ἀγένητον καλῶς καὶ
32.1.14
εὐσεβῶς δυνάμενον ὀνομάζεσθαι, ὅμως κακῶς αὐτοὶ φρονοῦντες λαθεῖν οὐκ
32.1.15
ἠδυνήθησαν· κατῃσχύνθησαν γὰρ ἐν πᾶσι καὶ ἡ αἵρεσις αὐτῶν ἐστηλιτεύθη
32.1.16
πανταχοῦ. 32. 4 Ταῦτα μέν, ὡς ἠδυνήθην, ἀπομνημονεύσας τὰ ἐν τῇ συνόδῳ τότε
32.1.17
πραχθέντα δεδή λωκα, οἶδα δὲ ὅτι τῶν χριστομάχων οἱ φιλέριδες οὐδὲ τούτων
32.1.18
ἀκούσαντες μεταβάλ λεσθαι θελήσουσιν, ἀλλὰ περιδραμοῦνται πάλιν ἑτέρας
32.1.19
ζητοῦντες προφάσεις καὶ μετὰ ταύτας πάλιν ἑτέρας ἐπινοήσουσι. κατὰ γὰρ τὸ
32.1.20
προφητικὸν «εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα
32.1.21
αὐτῆς» καὶ αὐτοὶ θελήσουσιν εὐσεβῶς φρονεῖν 32. 5 μεμαθηκότες ἀσεβεῖν. σὺ μέντοι,
32.1.22
ἀγαπητέ, δεξάμενος ἔντυχε κατὰ σαυτόν, καὶ εἰ δοκι μάσειας καλῶς ἔχειν, ἀνάγνωθι
32.1.23
καὶ τοῖς τότε παροῦσιν ἀδελφοῖς, ἵνα καὶ αὐτοὶ ταῦτα μαθόντες ἀποδέξωνται μὲν τῆς
32.1.24
συνόδου τὸν ζῆλον τῆς ἀληθείας καὶ τὴν τῆς διανοίας ἀκρί βειαν, καταγνῶσι δὲ τῆς
32.1.25
τόλμης τῶν χριστομάχων Ἀρειανῶν καὶ τῶν ματαίων προφά σεων αὐτῶν, ἃς τῆς
32.1.26
ἀσεβοῦς ἑαυτῶν χάριν αἱρέσεως ἀναπλάττειν ἐν αὐτοῖς μεμελετή κασιν· ὅτι τῷ θεῷ
32.1.27
καὶ πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνανάρχῳ αὐτοῦ υἱῷ καὶ λόγῳ
32.1.28
ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν
32.1.29
αἰώνων. ἀμήν.
32.1.30
33. τ {Εὐσεβίου Καισαρέως τοῦ ἀρειανόφρονος ἐπιστολὴ πρὸς τοὺς
32.1.31
τῆς παροικίας αὐτοῦ.}