Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὡς ἐφιλονείκουν ἀσεβοῦντες καὶ θεομαχεῖν ἐπεχείρουν, τὰ μὲν λεγόμενα
3.1.2
παρ' αὐτῶν ἀσεβείας ἦν μεστά, οἱ δὲ συνελθόντες ἐπίσκοποι, ἦσαν δὲ πλέον ἢ
3.1.3
ἔλαττον τρια κόσιοι, πρᾴως καὶ φιλανθρώπως ἀπῄτουν αὐτούς, περὶ ὧν ἔλεγον
3.1.4
διδόναι λόγον καὶ ἀποδείξεις εὐσεβεῖς. ὡς δὲ καὶ μόνον φθεγγόμενοι
3.1.5
κατεγινώσκοντο καὶ πρὸς ἑαυτοὺς διεμάχοντο πολλὴν ὁρῶντες τῆς ἑαυτῶν
3.1.6
αἱρέσεως τὴν ἀπορίαν, ἀχανεῖς μὲν ἔμενον οὗτοι 3. 2 καὶ διὰ τῆς σιωπῆς ὡμολόγουν
3.1.7
τὴν ἐπὶ τῇ κενοδοξίᾳ αὐτῶν αἰσχύνην. οἱ τοίνυν ἐπίσκοποι λοιπὸν ἀνελόντες τὰ
3.1.8
παρ' αὐτῶν ἐπινοηθέντα ῥήματα οὕτως ἐξέθεντο κατ' αὐτῶν τὴν ὑγιαίνουσαν καὶ
3.1.9
ἐκκλησιαστικὴν πίστιν· πάντων τε ὑπογραψάντων ὑπέ γραψαν καὶ οἱ περὶ Εὐσέβιον
3.1.10
τούτοις τοῖς ῥήμασιν, οἷς αἰτιῶνται νῦν οὗτοι· λέγω δὴ τῷ ἐκ τῆς οὐσίας καὶ τῷ
3.1.11
ὁμοουσίῳ, καὶ ὅτι μήτε κτίσμα ἢ ποίημα μήτε τῶν γενητῶν 3. 3 ἐστιν ὁ τοῦ θεοῦ υἱός,
3.1.12
ἀλλὰ γέννημα ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ λόγος. καὶ τό γε παράδοξον,
3.1.13
Εὐσέβιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως
3.1.14
ὕστερον ὑπογράψας ἐπέστειλε τῇ ἐκκλησίᾳ ἑαυτοῦ, λέγων ταύτην εἶναι τῆς ἐκ
3.1.15
κλησίας τὴν πίστιν καὶ τῶν πατέρων τὴν παράδοσιν, πᾶσί τε φανερῶς ἔδειξεν, ὅτι
3.1.16
πρό 3. 4 τερον ἐσφάλλοντο καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν. εἰ γὰρ καὶ
3.1.17
ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ
3.1.18
ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ
3.1.19
ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ
3.1.20
ἀπολογούμενος κατηγόρησε λοιπὸν τῶν Ἀρειανῶν, ὅτι γράψαντες «οὐκ ἦν ὁ υἱὸς
3.1.21
πρὶν γεννηθῆναι» οὐκ ἤθελον 3. 5 αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως.
3.1.22
καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν
3.1.23
ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν
3.1.24
Εὐσεβίου, ἵνα ἐκ ταύτης γνῷς τῶν τε χρι στομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου
3.1.25
πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.

Intertext edge

Open linked passage

Note