Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1.1
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
40.1.2
Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου. ὥσπερ
40.1.3
γὰρ ἐκεῖνον οἱ δεινοὶ πλάσται πρὸς ἀπάτης δέλεαρ πλάττουσιν, οἱονεὶ κάλλους αὐτῷ
40.1.4
εὐπρέ πειαν προσμηχανώμενοι αἰσχίστῳ καθάπαξ ὄντι τὴν φύσιν, ὅπως ἂν τοὺς
40.1.5
ταλαι πώρους ἀπολλύοι πλάνην αὐτοῖς προπίνων, τὸν αὐτὸν οὗτος ἂν οἶμαι τρόπον
40.1.6
ποιήσειεν, ᾧ μόνον σπουδῆς ἄξιον τοῦτ' εἶναι δοκεῖ, τὸ τὰ τῆς οἰκείας ἰταμότητος
40.1.7
δηλητήρια ἀφειδῶς 40. 2 προβάλλεσθαι. τοιγάρτοι καινὴν καί, ἀφ' οὗ γεγόνασιν
40.1.8
ἄνθρωποι, οὐδεπώποτε φα νεῖσαν ἀπιστίας εἰσάγει πίστιν, διόπερ οὐδὲν τῆς
40.1.9
ἀληθείας ἄρα ἀπᾷδον ἐκεῖνο φαίνεται 40. 3 τὸ πάλαι τῇ θείᾳ ῥήσει διηρθρωμένον, ὅτι
40.1.10
πρὸς τὸ κακόν εἰσι πιστοί. τί δ' ἄν τις ἐκεῖνο λέγοιτο τὴν τοῦ βουλεύεσθαι χάριν
40.1.11
αὐτὸν ἀπολωλεκότα μηκέτι κουφισμοῦ τινα ἐπικουρίαν εὕρασθαι ἐπιθυμεῖν; τί
40.1.12
τοίνυν φημί, Χριστὲ Χριστέ, κύριε κύριε; τί δήποτε ἡμᾶς τὸ ἀσεβὲς τοῦτο λῃστήριον
40.1.13
ὁσημέραι τιτρώσκει; ἕστηκεν ἐξ ἐναντίας δεινή τις βιαία τόλμα, βρυχᾶται ἐπιπρίουσα
40.1.14
τὸν ὀδόντα δύσμορφος ὑπ' ἀτιμίας καὶ παντοδαποῖς 40. 4 περιτετρωμένη ἐγκλήμασιν.
40.1.15
αὕτη μέντοι ἐν τῷ νόμῳ καὶ τῷ περὶ σοῦ κηρύγματι ὥσπερ τισὶ ζάλαις καὶ τρικυμίαις
40.1.16
κακῶν διαφορουμένη ἐξερεύγεται μὲν ἐξώλεις λόγους, γράφουσα δὲ τούτους
40.1.17
ἐκφαίνει, οὓς οὐδέποτε σὺ τῷ ἀϊδίῳ τῆς σαυτοῦ πηγῆς τῷ πατρὶ συνυπάρχων ἐν ταῖς
40.1.18
περὶ σαυτοῦ γνώσεσιν ἀφώρισας. συνάγει δὲ ὅλως καὶ συμφορεῖ δεινὰ ἄττα καὶ
40.1.19
ἄνομα ἀσεβήματα, νῦν μὲν τὰς γλώττας κραδαίνουσα, νῦν δ' αὖ πάλιν ταῖς τῶν
40.1.20
ἀθλίων σπουδαῖς ἐπαιρομένη, οὓς ἐπ' ἀδείας αὕτη παρόντας ἐξαπατᾷ καὶ φθείρει.
40.5.1
Βούλομαι δὲ ἤδη τοῦ προέδρου αὐτῆς τὴν φύσιν ἐξετάσαι. τί γὰρ δὴ λέγει; «ἢ
40.5.2
κατέχωμεν», φησίν, «οὗ ἤδη ἐγκρατεῖς γεγόναμεν ἢ γενέσθω ὡς αὐτοὶ βουλόμεθα».
40.5.3
πέπτωκε καὶ ταῦτα πέπτωκε ἀναιρούμενος «δόλῳ», φησίν, «ἢ δεινότητι
40.5.4
πανουργίας». οὐδὲν διαφέρει. σεμνὸν μόνον ἡγεῖται, ὃ διὰ πονηρᾶς ἐπινοίας εἰς
40.5.5
αὐτὸν εἰσερρύη. 40. 6 «πλήθη», φησίν, «ἔχομεν». προβήσομαι δὴ μικρὸν αὐτὸς ἐπὶ τὸ
40.5.6
πρόσθεν, ὡς ἂν τῶν τῆς μανίας πολέμων θεατὴς γένωμαι. αὐτός, ἔφην, ἐγὼ
40.5.7
προβήσομαι ὁ τοὺς τῶν ἀφρόνων πολέμους παύειν εἰωθώς. ἄγε δή, Ἄρες Ἄρειε,
40.5.8
ἀσπίδων [εἰ] χρεία. μὴ σύ γε τοῦτο ποιήσῃς, ἱκετεύομεν. ἐπισχέτω γοῦν σε ἡ τῆς
40.5.9
Ἀφροδίτης ὁμιλία. ἀλλὰ γὰρ εἴθ' ὡς τοῖς ὄχλοις ἄριστα συνεκροτῆσθαι δοκεῖς, οὕτω
40.5.10
σοι τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ προσῆκε ἀκμάζειν. 40. 7 ἰδοὺ δὴ πάλιν αὖ ἱκέτης
40.5.11
ἔρχομαι καὶ τοῖς ὅπλοις παμπληθὲς ἰσχύων μάχεσθαι μὲν οὐκ ἐθέλω, τῇ δὲ τοῦ
40.5.12
Χριστοῦ πεφραγμένος πίστει σέ τε ἰάσασθαι καὶ τοὺς ἄλλους θεραπεῦσαι 40. 8
40.5.13
βούλομαι. τί οὖν φῂς ταῦτα πράττειν, ἃ μὴ τοῖς ἤθεσι προσῆκε τοῖς σοῖς; ἀλλὰ μεθ'
40.5.14
ὁποίας ἡσυχίας, εἰπέ μοι, ἢ τίνα περιουσίαν περιβεβλημένος, μᾶλλον δὲ ἐφ' ὅ, τι
40.5.15
προπε τείας ἐληλακώς; ὢ τόλμης ὑπὸ κεραυνῶν ἀξίας καθαιρεθῆναι. ἀκούσατε γάρ,
40.5.16
οἷα δεδή λωκε πρώην πρός με, ἰὸν ἀποστάζοντι γράφων τῷ καλάμῳ. «οὕτω», φησί,
40.5.17
«πιστεύομεν». εἶτ', οἶμαι, προσθεὶς οὐκ οἶδα ἅττα σοβαρῶς πως καὶ μάλα ἀκριβῶς
40.5.18
ἐξησκημένα, προιὼν πορρωτέρω οὐδὲν ὅ, τι τῶν δεινῶν ἀπεσιώπησεν, ἀλλ' ὅλον, ὡς
40.5.19
ἂν εἴποι τις, τὸν τῆς παρανοίας ἀνέῳξε θησαυρόν. «ἀπελαυνόμεθα», φησί, «καὶ τὴν
40.5.20
τοῦ εἰσδεχθῆναι ἡμᾶς 40. 9 ἄδειαν ἀφαιροῦνται». ἀλλ' οὐδέν πω ταῦτα πρὸς τὸ
40.5.21
πρᾶγμα, τοῖς δὲ ἑξῆς προσέχετε τὸν νοῦν· αὐτοῦ γὰρ χρήσομαι τοῖς ῥήμασι.
40.5.22
«δεόμεθα», φησί, «ἐὰν ἐπὶ τῆς αὐτῆς ἐπιμείνῃ γνώμης ὁ τῆς Ἀλεξανδρείας
40.5.23
ἐπίσκοπος, ἄδειαν ἡμῖν τοῦ λοιποῦ δοθῆναι κατὰ τὴν τοῦ 40. 10 νόμου διάταξιν τὰς
40.5.24
ἐνθέσμους καὶ ἀπαραιτήτους θεραπείας τῷ θεῷ ἐπιτελεῖν». ὦ δεινῆς ἀναιδείας, ἣν
40.5.25
σπουδῇ τῆς ἀληθείας ἀπελέγξαι προσῆκεν. ὃ γὰρ αὐτῷ καθ' ἡδο νὴν ἐτύγχανεν ὄν,
40.5.26
τοῦτο τῇ συντομίᾳ τῆς φράσεως ἀπετυπώσατο. τί φῂς ἄτοπε; διάστασιν εὐπρόσωπον
40.5.27
ἡμῖν τῷ σαθρῷ τῆς κατεαγυίας σου διανοίας ἐπιτειχίζειν 40. 11 μηχανᾷ καὶ τοὺς ἐπὶ
40.5.28
κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύδεις; «τί οὖν», φῄς, «πράξω, εἰ μηδεὶς ἄξιον
40.5.29
ἡγεῖται με δέξασθαι»; τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φά ρυγγος ἐκβοᾷς. ἐγὼ δὲ
40.5.30
τοὐναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ διανοίας
40.5.31
ἐπεδείξω; ἣν ἐχρῆν σε διαπτύξαντα καὶ τοῖς θείοις καὶ τοῖς ἀνθρω πίνοις σαφῆ
40.5.32
καταστῆσαι. καὶ μάλισθ' ὅτε τὰ ἰοβόλα τῶν ἑρπετῶν τὸ τηνικαῦτα μᾶλλον
40.5.33
ἀγριαίνειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν φωλεῶν μυχοῖς ἐνιδρυνθέντα αἴσθηται.
40.12.1
Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐτοῦ τὸ σπουδαίως εὖ μάλα καθάπερ ὑπό τι προσω
40.12.2
πεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. τῇ μὲν τοῦ σχήματος τέχνῃ τιθασσὸν σεαυτὸν καὶ
40.12.3
χειροήθη σύ γε παρέχεις, κακῶν δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων τοὺς
40.12.4
πολλοὺς λέληθας. ἀλλ' ὢ τῆς ἀθλιότητος· ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ἄρειος
40.12.5
ἡμῖν ἀνομίας ἐργαστή 40. 13 ριον κατεστήσατο. λέγε δὴ νῦν μοι παρελθὼν τῆς
40.12.6
σεαυτοῦ πίστεως τὸ γνώρισμα καὶ μηδαμῶς γε ἀποσιωπήσῃς, ὦ τὸ μὲν στόμα
40.12.7
διάστροφον, τὴν δὲ φύσιν ὀξύρροπον πρὸς πονηρίαν κεκτημένε· «ἕνα» λέγεις
40.12.8
«θεόν»; σύμψηφον ἔχεις κἀμέ, οὕτω φρόνει. «τῆς οὐσίας αὐτοῦ ἄναρχον καὶ
40.12.9
ἀτελεύτητον λόγον εἶναι φῄς;» στέργω τοῦτο· οὕτω πίστευε. 40. 14 εἴ τι περαιτέρω
40.12.10
προσπλέκεις, τοῦτ' ἀναιρῶ· εἴ τι πρὸς ἀσεβῆ χωρισμὸν συγκαττύεις, τοῦτο οὔτε ὁρᾶν
40.12.11
οὔτε νοεῖν ὁμολογῶ· εἰ «τὴν τοῦ σώματος ξενίαν πρὸς οἰκονομίαν τῶν θείων
40.12.12
ἐνεργειῶν» παραλαμβάνεις, οὐκ ἀποδοκιμάζω. εἰ «τὸ πνεῦμα τῆς ἀϊδιότητος ἐν τῷ
40.12.13
ὑπερέχοντι λόγῳ γεγενῆσθαι» λέγεις, δέχομαι. τίς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ ἐλθὼν
40.12.14
ἀπὸ τοῦ πατρός; τίνα ἔγνω ὁ πατήρ, εἰ μὴ ὃν ἀϊδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ
40.12.15
γεγέννηκε; σὺ μὲν «ὑπόστασιν ξένην» ὑποτάττειν οἴει δεῖν κακῶς δήπου πιστεύων,
40.12.16
ἐγὼ δὲ τῆς ὑπερεξό χου καὶ ἐπὶ πάντα διηκούσης δυνάμεως τὸ πλήρωμα τοῦ πατρὸς
40.12.17
καὶ υἱοῦ οὐσίαν μίαν 40. 15 εἶναι γινώσκω. εἰ τοίνυν σὺ ἀφαιρεῖς μὲν ἀπ' ἐκείνου, ἀφ'
40.12.18
οὗ χωρισθῆναι οὐδὲ διανοίᾳ τῶν ἐρεσχελούντων δεδύνηται οὐδεπώποτε οὐδέν,
40.12.19
προσθήκης δὲ χαρακτῆρας εἰδοποιεῖς καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις
40.12.20
ἐκείνῳ, ᾧ ὁλόκληρον μὲν ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν
40.12.21
ἔννοιαν, ἀθανασίας δὲ δι' ἑαυτοῦ καὶ ἐκκλησίας ἔνειμε πίστιν– κατάβαλε οὖν δή,
40.12.22
κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα, ὦ ἀστεῖε σὺ καὶ εὔφωνε καὶ τὰ 40. 16 κακὰ πρὸς
40.12.23
ἀπιστίαν τῶν ἀνοήτων ἐξᾴδων. εἰκότως ἄρα σε ὁ πονηρὸς τῇ ἑαυτοῦ κατεστρέψατο
40.12.24
κακίᾳ, καὶ τοῖς μὲν ἴσως ἡδὺ τὸ τοιοῦτον εἶναι ἐδόκει (οὕτω γὰρ ἀστεῖον 40. 17
40.12.25
σεαυτὸν προσπεποίηκας), ἔστι δὲ πάντη ὀλέθριον τὸ κακόν. φέρε δή, τῆς ἐν τοῖς
40.12.26
ἀτοπήμασι διατριβῆς ἀπαλλαγεὶς ἄκουε, ὦ δαιμόνιε Ἄρειε. σοὶ γὰρ διαλέγομαι. τῆς
40.12.27
ἐκκλησίας δήπου τοῦ θεοῦ ἀποκεκηρυγμένος οὐκ αἰσθάνῃ; ἀπόλωλας, εὖ ἴσθι, ἐὰν
40.12.28
μὴ βλέψας εἰς σεαυτὸν τὴν παροῦσάν σου κατακρίνῃς ἄνοιαν. ἀλλ' ἐρεῖς, ὡς ὄχλοι
40.12.29
συμπράτ τουσί σοι καὶ τὰς φροντίδας ἀπελαφρύνουσιν. 40. 18 Ἄκουε δὴ οὖν μικρὸν
40.12.30
ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ σύνες τὴν σαυτοῦ ἄνοιαν. σὺ δέ, ὦ πάντων
40.12.31
κηδεμὼν θεός, εὐμενὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς
40.12.32
ἄνθρωπος ἵλεω ἔχων τὴν παρὰ σοῦ προμήθειαν καὶ ἐξ Ἑλληνικῆς καὶ ἐκ Ῥωμαικῆς
40.12.33
γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν Ἀρείου μανίαν πρὸ χιλίων
40.12.34
που ἐτῶν ὑπὸ τῆς Ἐρυθραίας προρρηθεῖσάν τε καὶ προφημισθεῖσαν. ἔφη γὰρ ἐκείνη
40.12.35
γε· «οὐαί σοι, Λιβύη, ἐν παράλοις κειμένη χώροις· ἥξει γάρ σοι καιρός, ἐν ᾧ μετὰ τοῦ
40.12.36
δήμου καὶ τῶν σαυτῆς θυγατέρων δεινὸν ἀγῶνα καὶ ὠμὸν καὶ παγχάλεπον ὑπελθεῖν
40.12.37
ἀναγκασθήσῃ, ἀφ' οὗ κριτήριον μὲν εἰς ἅπαντας πίστεώς τε καὶ εὐσεβείας δια
40.12.38
δοθήσεται, σοὶ δὲ πρὸς ἔσχατον ἀποκλινεῖ καταστροφῆς. ὑμεῖς γὰρ τῶν οὐρανίων
40.12.39
ἀνθῶν τὸ δεκτήριον ἀνασπάσαι τετολμήκατε καὶ δήγματι σπαράξαι καὶ μέντοι
40.12.40
σιδηροῖς ἐγ 40. 20 χρᾶναι τοῖς ὀδοῦσι». τί δῆτα, ὦ πανοῦργε; ποῦ γῆς σαυτὸν εἶναι
40.12.41
νῦν ὁμολογεῖς; ἐκεῖ δηλονότι. κατέχω γάρ σου τὰ γράμματα, ἃ τῷ τῆς μανίας
40.12.42
καλάμῳ πρός με διεχάραξας, ἐν οἷς φῂς πάντα τὸν Λίβυν δῆμον σύμψηφον εἶναί σοι
40.12.43
πρὸς σωτηρίαν δήπου. εἰ δὲ οὐ φήσεις ταυτὶ οὕτως ἔχειν, μαρτύρομαι ἤδη τὸν θεόν,
40.12.44
ἦ μὴν ἀρχαιότατον τῆς Ἐρυθραίας πυκτίον Ἑλληνικῇ συντεταγμένον γλώττῃ εἰς
40.12.45
Ἀλεξάνδρειαν ἀποστέλλειν, ὡς ἂν θᾶττον 40. 21 ἀπόλοιο. εἶτα σὺ ἀναμάρτητος, ὦ
40.12.46
δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος;
40.12.47
ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντίς, ποῖόν σε θράττει δέος; οὐ λέληθεν
40.12.48
ἡμᾶς· ὦ δύστηνε καὶ ταλαίπωρε, ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν
40.12.49
νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστένεις· ὦ ἀνόσιε, ὃς τὴν ἀλήθειαν
40.12.50
ποικίλοις διορύττεις λόγοις καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων καὶ νῦν μὲν
40.12.51
ἐλέγχων, ὥς γε οἴει, νῦν δ' αὖ πάλιν νουθετῶν· ὦ πίστει καὶ λόγοις ὑπερφέρων, παρ'
40.12.52
οἵου δῆτα 40. 22 οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται. καίτοι οὐδὲ
40.12.53
συγγίνεσθαι τῷ τοιούτῳ ἐχρῆν, οὐδὲ ὅλως αὐτὸν προσφθέγγεσθαι, πλὴν εἰ μή τις ἐν
40.12.54
τοῖς ὑπούλοις τούτου 40. 23 ῥήμασι τὴν τοῦ ὀρθῶς βιοῦν ἐλπίδα τοῖς μετρίοις
40.12.55
ἀποκεῖσθαι οἴεται. ἀλλ' οὐκ ἔστι τοῦτο, πολλοῦ γε δεῖ, τὸ δ' ἀληθές, ὢ τῆς ὑμετέρας
40.12.56
ἀνοίας, ὅσοι τούτῳ συναναμίγνυσθε. τίς ἄρα οἶστρος τῆς χαλεπῆς τούτου γλώττης
40.12.57
καὶ τῆς ὄψεως ἀνασχέσθαι κατηνάγκασεν; 40. 24 Εἶεν· ἀλλ' ἐπ' αὐτὸν ἤδη σὲ
40.12.58
βαδιοῦμαι τῷ λόγῳ· ὦ τὴν μὲν ψυχὴν ἄφρον σύ, τὴν δὲ γλῶτταν στωμύλε, ἄπιστε δὲ
40.12.59
τὰς φρένας, δὸς δή μοι τοῦ λόγου οὐκ ἀμφιλαφές τι λέγω καὶ ἱππήλατον πεδίον,
40.12.60
ἀλλ' οὖν κύκλον γε εὐπερίγραφον, μὴ σαθρὸν μόνον, ἀλλ' ἐρρω μένον τε καὶ
40.12.61
στερρὸν τῇ φύσει, ὦ ἀνόσιε δῆτα καὶ κάκιστε καὶ κρυψίνου. ἐξάγομαι γὰρ ταῦτα
40.12.62
λέγειν· μᾶλλον δὲ βρόχον ἤδη σοι περιάψας καὶ συμποδίσας τῷ λόγῳ εἰς μέσους
40.25.1
σε καταστήσω, ὡς ἂν πᾶς ὁ δῆμος τὴν σὴν καταμάθῃ φαυλότητα. ἐπ' αὐτὸ δὲ
40.25.2
πορεύσο μαι ἤδη τὸ πρᾶγμα. νενιμμέναι δήπουθέν εἰσιν αἱ χεῖρες· προσίωμεν ταῖς
40.25.3
εὐχαῖς· ἐπικά λεσαι δὴ τὸν θεόν. μᾶλλον δὲ μικρὸν ἐπισχών, εἰπέ μοι, ὦ πανοῦργε
40.25.4
σύ, τίνα θεὸν ἐπικα 40. 26 λέσῃ πρὸς βοήθειαν; ἀλλὰ γὰρ ἠρεμεῖν οὐ δύναμαι. ὦ τῶν
40.25.5
πάντων ἔχων τὸ κῦρος δέσποτα, ὦ τῆς μονήρους δυνάμεως πάτερ, διὰ τουτονὶ τὸν
40.25.6
ἀνόσιον ὀνείδη τε καὶ μώλω πας καὶ μέντοι καὶ τραύματα καὶ ὀδύνας ἡ σὴ ἔχει
40.25.7
ἐκκλησία. Ἄρειός σοι τόπον ἤδη προσ αρμόζει καὶ μάλα γε εὐφυῶς, ἐφ' οὗ
40.25.8
καθιζάνων οἶμαι σύνοδον ἑαυτῷ ἢ παῖδα τὸν Χριστὸν τὸν σὸν τὸν ἐκ σοῦ τὸν τῆς
40.25.9
ἡμετέρας ἐπικουρίας ἀρχηγέτην θέσεως νόμῳ περιπεποίηται καὶ 40. 27 ἴσχει.
40.25.10
ἐπάκουσον, ἀντιβολῶ σε, τῆς θαυμασίας πίστεως. σὲ τὴν κατὰ τὸν τόπον κινεῖσθαι,
40.25.11
δέσποτα, κίνησιν οἴεται. σὲ τῆς ἀφωρισμένης καθέδρας κύκλῳ περιγράφειν τολμᾷ.
40.25.12
ποῦ γὰρ οὐκ ἔστιν ἡ σὴ παρουσία; ἢ ποῦ τὴν σὴν οὐ πάντες ἐνέργειαν ἐκ τῶν ἐπὶ
40.25.13
πάντα σου διηκόντων νόμων αἰσθάνονται; πάντα γὰρ αὐτὸς περιέχεις, καὶ ἔξω σου
40.25.14
οὔτε τόπον οὔτε ἄλλο οὐδὲν ἐπινοεῖσθαι θέμις. οὕτως ἡ σὴ δύναμις μετ' ἐνεργείας
40.25.15
ἐστὶν 40. 28 ἄπειρος. σὺ μὲν δὴ ἐπάκουσον, ὁ θεός, ὑμεῖς δέ, πᾶς ὁ λαός, προσέχετε
40.25.16
τὸν νοῦν. ὁ γὰρ ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ' ἄκρον μοχθηρίας τε καὶ
40.25.17
ἀνομίας ὁμοίως ἐληλακὼς 40. 29 εὐλάβειαν σκήπτεται. «ἄπαγε», φησίν, «οὐ
40.25.18
βούλομαι τὸν θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι». καὶ διὰ τοῦτο ὑποτίθεμαι
40.25.19
καὶ πλάττω θαυμάσιά γε τῇ πίστει, ὡς ὁ θεὸς νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ
40.25.20
ποιησάμενος βοήθειαν ἑαυτῷ παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ. «ὃ γὰρ ἄν», φησίν,
40.25.21
«ἀπ' αὐτοῦ ἀφέλῃς, τούτῳ ἐλάττονα πεποίηκας». 40. 30 εἶτα, ὦ λυμεὼν καὶ ὀλέθριε,
40.25.22
σοὶ τοῦτ' ἔστι πίστις; σὺ καθ' ὑπόθεσιν καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσματα τῶν
40.25.23
ἐθνῶν κατακρίναντα, σὺ ἐπείσακτον καλεῖς καὶ ὡς ἐπὶ καθηκόντων ὑπηρέτην τὸν
40.25.24
ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ τῷ συνυπάρχειν τῇ τοῦ πατρὸς ἀϊδιότητι πάντα
40.25.25
διανύσαντα; ἐφάρμοσον νῦν, εἰ δὴ τολμᾷς, ἐφάρμοσον, φημί, τῷ θεῷ καὶ τὸ εὐλα
40.25.26
βεῖσθαι καὶ τὸ ἐλπίζειν τὸ ἐκβησόμενον, ἔτι δὲ τὸ ἐνθυμεῖσθαι, τὸ λογίζεσθαι τὸ
40.25.27
σκεπτό μενον, τὸ γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν καὶ ὅλως τὸ τέρπεσθαι, τὸ
40.25.28
γελᾶν, τὸ 40. 31 λυπεῖσθαι. τί τοίνυν φῄς, ὦ τῶν ἀθλίων ἀθλιώτερε, ὦ τῆς κακίας
40.25.29
αὐτόχρημα μῆστορ; 40. 32 σύνες δή, εἰ δύνασαι, ὡς ἐν αὐτῇ γέ σου τῇ πανουργίᾳ
40.25.30
μοχθηρὸς ὢν ἁλίσκῃ. «ὁ Χριστός», φησί, «δι' ἡμᾶς πέπονθεν». ἀλλ' ἤδη φθάσας
40.25.31
ἔγωγε εἶπον, ὡς μορφῇ σώματος ἀπεστάλη. «ναί», φησίν, «ἀλλὰ δέος μὴ δόξωμεν
40.25.32
κατά τι ἐλαττοῦν». εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ σαφῶς
40.25.33
λυττᾷς; ἰδοὺ γὰρ δὴ ὁ κόσμος αὐτὸς μορφή, ἤγουν σχῆμα τυγχάνει ὢν καὶ οἱ ἀστέρες
40.25.34
γε χαρακτῆρες προβέβληνται, καὶ ὅλως τὸ πνεῦμα τοῦ σφαιροειδοῦς τούτου κύκλου
40.25.35
εἶδος τῶν ὄντων τυγχάνει ὂν καὶ ὥσπερ μόρ φωμα. καὶ ὅμως ὁ θεὸς πανταχοῦ
40.25.36
πάρεστι. ποῦ τοίνυν εἰσὶν ἐν τῷ θεῷ αἱ ὕβρεις; ἢ κατὰ 40. 33 τί ὁ θεὸς ἐλαττοῦται; ὦ
40.25.37
πατροκτόνε τῆς ἐπιεικείας σύ, λόγισαι δὴ οὖν ἐξ αὐτοῦ τεκμαιρόμενος καὶ
40.25.38
ἐνθυμήθητι, εἰ ἁμάρτημα τοῦτ' εἶναι δοκεῖ, τὸ ἐν Χριστῷ παρεῖναι τὸν θεόν. ἐκεῖνος
40.25.39
μὲν οὖν κατεῖδε τὴν ἀτιμίαν τοῦ λόγου καὶ τὴν τιμωρίαν οὐ βραδέως ἐπήγαγε. χωρὶς
40.25.40
δὲ τούτων καθ' ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται. καὶ
40.25.41
ὅμως ὁ θεὸς πάρεστι καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. τί οὖν παρὰ τοῦτο ἐλαττοῦται,
40.34.1
εἰ τὸ μέγεθος αὐτοῦ τῆς δυνάμεως τὰ πανταχοῦ διαισθάνεται; οὐδέν, οἶμαι. ὁ
40.34.2
μὲν γὰρ τοῦ κόσμου νοῦς διὰ τοῦ θεοῦ· δι' αὐτοῦ πᾶσα διαμονή. δι' αὐτοῦ πᾶσα δίκη.
40.34.3
ἡ δὲ τοῦ Χριστοῦ πίστις ἀνάρχως ἐξ αὐτοῦ. ὅλος δὲ θεοῦ νόμος ἐστὶ Χριστός, δι'
40.34.4
αὐτοῦ τὸ ἄπειρον ἅμα καὶ ἀτελεύτητον ἔχων. 40. 35 Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν
40.34.5
ἐννοῶν φαίνῃ, ὢ τῆς μανίας λίαν· περίστρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ
40.34.6
διαβόλου ξίφος. ὁρᾶτε δὴ, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ
40.34.7
ἔχεως ἐνισχημένος δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ ἐγκατειλημμέναι
40.34.8
δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ σῶμα πᾶν κατισχνωθέν–
40.34.9
αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει
40.34.10
κακῶν καὶ δεινῶς κατέσκληκεν– ὡς εἰδεχθὲς καὶ κατάρρυπον τὸ τῆς κόμης δάσος, ὡς
40.34.11
ὅλος ἡμιθνὴς καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὑπὸ
40.34.12
μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα, οἶστρος μανία τε καὶ
40.34.13
ματαιότης, διὰ 40. 36 τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ θηριώδη σε πεποιήκασιν.
40.34.14
αὐτίκα οὐδὲ ἐπαισθανό μενος οὗ δὴ κακοῦ τυγχάνει ὢν «αἴρομαι», φησίν, «ὑφ'
40.34.15
ἡδονῆς καὶ πηδῶ γε σκιρτῶν ὑπὸ 40. 37 χαρᾶς καὶ πτεροῦμαι». καὶ πάλιν νεανικῶς γε
40.34.16
λίαν «εἶεν», φησίν, «ἀπωλόμεθα». τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ
40.34.17
κακία τὰς παρ' ἑαυτῆς σπουδὰς δαψιλῶς κεχορήγηκε, καὶ ὃ πολλῆς ἐωνεῖτο τιμῆς,
40.34.18
τοῦτό σοι ῥᾷστα δέδωκε. φέρε δὴ νῦν εἰπέ, ποῦ τὰ σεμνά σού ἐστι παραγγέλματα;
40.34.19
ἀπόνιψαι δῆτα τῷ Νείλῳ σαυτόν, εἰ οἷόν τε, ὦ ἀτόπου γέμων ἄνθρωπε ἀναισθησίας·
40.34.20
καίτοι σύ γε τὴν οἰκουμένην ἅπασαν τοῖς σεαυτοῦ ἀσεβή 40. 38 μασι διαταράξαι
40.34.21
ἐσπούδακας. ἆρα γε συνίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐξεπίσταμαι;
40.34.22
ἀλλὰ γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον ἔτι
40.34.23
δύναμαι καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι, ὦ Ἄρειε δῆτα Ἄρειε. ἡμᾶς μὲν εἰς φῶς
40.34.24
κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὦ ταλαίπωρε, κατέβαλες. τοῦτό σου τῶν πόνων
40.34.25
πέφηνε τὸ τέλος. 40. 39 Ἀλλ' ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φῂς τῶν περὶ σὲ
40.34.26
ἀλωμένων. εἰκός, οἶμαι, καὶ δέχου γε τούτους, δέχου, φημί. λύκοις γὰρ ἑαυτοὺς καὶ
40.34.27
λέουσι βρωθησομένους ἐκ δεδώκασι. πλὴν ἀλλὰ καὶ τούτων ἕκαστος προσθήκῃ
40.34.28
κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς αὐτίκα δὴ μάλα ἱδρώσει, ἐὰν μὴ τὴν
40.34.29
ταχίστην ἐπὶ τὴν σωτήριον δραμὼν 40. 40 ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ
40.34.30
φίλτρῳ τῆς ὁμονοίας ἐπανέληται. οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ
40.34.31
πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ' ἀνέξονται τέλεον ἀπολέσθαι ταῖς μιαραῖς
40.34.32
σου ζητήσεσιν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ
40.34.33
σά ἐστι σοφίσματα· καὶ μὴν οὐδὲ αὐτὸς ἀνύσαι τι δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ,
40.34.34
ἐπιείκειάν τε καὶ πραότητα λόγων καθυποκρινόμενος καὶ ἁπλότητος ὡς εἰπεῖν
40.34.35
προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον ἔσται σου τὸ ὅλον τέχνασμα. αὐτίκα γάρ
40.34.36
σε ἡ ἀλήθεια περιστήσεται. αὐτίκα σου τὰς φλόγας ὁ τῆς 40. 41 δυνάμεως ὡς εἰπεῖν
40.34.37
ὄμβρος ἀποσβέσει. καὶ μέντοι καὶ τοὺς ἑταίρους καὶ ὁμογνώμονάς σου ἐνόχους ἤδη
40.34.38
τῇ βουλῇ γενομένους αἱ τῶν δημοσίων λειτουργημάτων καταλήψονται φροντίδες,
40.34.39
ἐάν γε μὴ τὴν ταχίστην ἀποφεύγοντες τῆς πρὸς σὲ συνουσίας τὴν ἀδιάφθορον 40. 42
40.34.40
ἀνταλλάξωνται πίστιν. σὺ δέ, ὁ σιδηρόφρων ἀνήρ, δεῖγμά μοι δὸς τῆς σῆς προαιρέ
40.34.41
σεως, εἰ σαυτῷ πιστεύεις καὶ ἔρρωσαι τῷ βεβαίῳ τῆς πίστεως καὶ καθαρὰν ὅλως
40.34.42
ἔχεις συνείδησιν. ἧκε πρὸς ἐμέ, ἧκε, φημί, πρὸς θεοῦ ἄνθρωπον. πίστευσον, ὡς ταῖς
40.34.43
ἐμαυτοῦ πεύσεσι διερευνήσομαί σου τὰ ἀπόρρητα τῆς καρδίας· κἂν μέν τι μανικὸν
40.34.44
ἐνεῖναι δόξῃ, τὴν θείαν ἐπικαλεσάμενος χάριν παραδείγματός σε κάλλιον ἰάσομαι.
40.34.45
ἐὰν δὲ ὑγιαίνων τὰ κατὰ ψυχὴν φανῇς, τὸ τῆς ἀληθείας φῶς ἐπιγνοὺς ἐν σοὶ καὶ τῷ
40.34.46
θεῷ χάριν εἴσομαι καὶ ἐμαυτῷ τῆς εὐσεβείας συνησθήσομαι. 40. 43 Καὶ ἄλλῃ χειρί· ὁ
40.34.47
θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Διὰ Συγκλητίου καὶ Γαυδεντίου
40.34.48
μαγιστριανῶν ἐκομίσθη καὶ ταῦτα, ὅτε Πατέριος ἦν ἔπαρχος Αἰγύπτου, καὶ
40.34.49
ἀνεγνώσθη ἐν τῷ παλατίῳ.
40.34.50
41. τ {Κατὰ Εὐσεβίου καὶ Θεογνίου.}

Intertext edge

Open linked passage

Note