Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων. Τὸν
41.1.2
δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἅπαντες ἴστε, ἀγαπητοὶ
41.1.3
ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι, πατέρα φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ
41.1.4
αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ' ἔστι τὴν τοῦ πατρὸς βούλησιν, ἥτις οὔτε δι' ἐνθυμήσεώς
41.1.5
τινος ἀνείληπται οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος
41.1.6
ἐξεζητημένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, οὗτος ἕξει πρὸς
41.1.7
ἅπαν τιμωρίας 41. 2 γένος ἀκάματον ὑπομονήν. ἀλλὰ γὰρ ὁ τοῦ θεοῦ υἱὸς Χριστὸς ὁ
41.1.8
τῶν ἁπάντων δημι ουργὸς καὶ τῆς ἀθανασίας αὐτῆς χορηγὸς ἐγεννήθη, ὅσον πρὸς
41.1.9
τὴν πίστιν ἀνῆκεν ᾗ πεπιστεύκαμεν, ἐγεννήθη– μᾶλλον δὲ προῆλθεν αὐτὸς ὁ καὶ
41.1.10
πάντοτε ἐν τῷ πατρὶ ὢν ἐπὶ τὴν τῶν ὑπ' αὐτοῦ γεγενημένων διακόσμησιν– ἐγεννήθη
41.1.11
τοίνυν ἀμερίστῳ προε λεύσει· ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ ἑαυτῆς
41.1.12
ἐμπέπηγε καὶ ταῦθ', ἅπερ δια 41. 3 φόρου δέεται τημελείας, κατὰ τὴν ἑκάστου
41.1.13
ποιότητα πράττει τε καὶ διοικεῖ. τί οὖν ἐστι μεταξὺ τοῦ θεοῦ καὶ πατρὸς καὶ υἱοῦ;
41.1.14
οὐδὲν δηλαδή. αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς
41.1.15
βουλήσεως πρόσταγμα, οὐχὶ δὲ μερισθεῖσαν 41. 4 ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν
41.1.16
βούλησιν διέστησεν. ὃ δὲ τούτοις ἕπεται· τίς ἐστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ
41.1.17
δεσπότου πάθος δι' αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν; ἆρ' οὖν πάσχει τὸ θεῖον, ἐπειδὰν ἡ
41.1.18
τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς ἐπίγνωσιν τῆς ἰδίας ἁγιότητος ὁρμᾷ, ἢ ὑποπίπτει
41.1.19
θίξει τὸ τοῦ σώματος ἐκκεχωρισμένον; ἆρ' οὐχὶ διέστηκε τοῦθ' ὅπερ ἐκ τῆς τοῦ
41.1.20
σώματος ἀφῄρηται ταπεινότητος; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς 41. 5 ψυχῆς
41.1.21
εὔκλεια τὸ σῶμα προσκαλέσηται; τί τοίνυν ἐνταῦθα ἡ ἀβλαβής τε καὶ εἰλικρινὴς
41.1.22
πίστις ἄξιον ἀμφιβολίας κατείληφεν; ἢ οὐχ ὁρᾷς ὅτι σεμνότατον σῶμα ὁ θεὸς
41.1.23
ἐπελέξατο, δι' οὗ τὰ τῆς πίστεως τεκμήρια καὶ τὰ τῆς οἰκείας ἀρετῆς ὑποδείγματα
41.1.24
ἔμελλεν ἐμφανίζειν καὶ τὴν ἤδη συγκεχυμένην ὀλεθρίῳ πλάνῃ τοῦ ἀνθρωπίνου
41.1.25
γένους ἀπώλειαν ἀποσείσασθαι καινήν τε θρησκείας διδόναι διδασκαλίαν καὶ τῷ τῆς
41.1.26
ἁγνείας ὑποδείγματι τὰς ἀναξίας τοῦ νοῦ πράξεις καθαίρειν, ἔπειτα δὲ τὴν μὲν τοῦ
41.1.27
θανάτου βάσανον ἐκλύειν, τὰ δὲ τῆς ἀθανασίας ἔπαθλα προαναφωνεῖν; 41. 6 Ἀλλ'
41.1.28
ὑμεῖς, οὓς λοιπὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία εἰκότως ὑπ' ἐμοῦ
41.1.29
προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν ὑμέτερον συνθεράποντα, οὐκ ἀγνοεῖτε
41.1.30
τὸ τῆς ὑμετέρας σωτηρίας ὀχύρωμα, οὗ τὴν φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι'
41.1.31
οὗ τῶν ἡμετέρων ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα, ἀλλὰ καὶ ζῶντας ἔτι
41.1.32
τὴν ψυχὴν συνκαθείρξαμεν πρὸς τὸ τὴν τῆς φιλανθρωπίας ἀληθῆ πίστιν ἐκφάναι.
41.7.1
ἀλλ' ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς οἰκουμένης μάλιστα ἀνανέωσιν
41.7.2
ἔχαιρον. καὶ γὰρ θαύματος ἦν ἄξιον ἀληθῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν,
41.7.3
ἃ πρὸ βραχέος ἐλέγετο τὸν θεὸν ἀγνοεῖν. πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ
41.7.4
οὐδεμίαν φιλονεικίας ἐπανῄρηνται φροντίδα; τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγαπητοί, ὡς
41.7.5
ὑμᾶς αὐτοὺς 41. 8 αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρᾷ διαθέσει διχονοοῦμεν. αὕτη
41.7.6
ἄρα ἐστὶν ἡ ἡμετέρα πίστις, αὕτη ἡ τοῦ ἁγιωτάτου νόμου διδασκαλία; ἀλλὰ τίς ἐστιν
41.7.7
αἰτία δι' ἣν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; ὢ τῆς ἀτοπίας, ὢ μίσους
41.7.8
ὑπερβολὴ πάσης ἀγανακτήσεως μέγεθος ὑπερβαίνουσα. τίς ἡ τοῦ λῃστηρίου τούτου
41.7.9
ἀναπέφανται δεινότης, ἣ τὸν τοῦ θεοῦ υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ πατρὸς οὐσίας
41.7.10
προεληλυθέναι; ἆρ' οὐχὶ πανταχοῦ ἐστιν ὁ θεός, καίτοι γε τοῦτον πάντοτε παρεῖναι
41.7.11
ἡμῖν αἰσθανόμεθα; ἆρ' οὐχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν
41.7.12
εὐκοσμία, καίτοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται; 41. 9 Μὴ οὖν ὑμῖν τι
41.7.13
πέπρακται; ἀγαπητοὶ ἀδελφοί, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης
41.7.14
ἀλγηδόνος· ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπηγγέλλεσθε ὃν θεὸν εἶναι ἀρνεῖσθε,
41.7.15
τοῦθ' ὑμᾶς τοῦ πανώλου διδασκάλου πείθοντος. ἱκετεύω, τίς ἐστιν ὁ διδάξας ταῦτα
41.7.16
οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης. ὅτι
41.7.17
γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο
41.7.18
μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων,
41.7.19
τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρρήδην βοᾷ. 41. 10 οὐδὲν γὰρ
41.7.20
περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν ἐρῶ, δι' ὧν, ὅτε μάλιστα αἱ τῶν ἐναντίων
41.7.21
μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους
41.7.22
πεμπε κατ' ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας. μηδ'
41.7.23
ἐμέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον. ἔλεγχος γάρ ἐστιν
41.7.24
ἀκριβής, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους
41.7.25
φανερῶς ὑπ' ἐμοῦ συνειλῆφθαι συνέστηκεν. ἀλλὰ ταῦτα μὲν παρίημι, ἃ νῦν οὐκ
41.7.26
ἀγανακτήσεως ἕνεκεν, ἀλλ' εἰς ἐκείνων αἰσχύνην ὑπ' ἐμοῦ προενήνεκται. ἐκεῖνο
41.7.27
μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι
41.7.28
κοινωνίαν. διὰ γὰρ τῆς Εὐσεβίου 41. 12 ἀγωγῆς τε καὶ διαστροφῆς συνείδησιν τῆς
41.7.29
ἀληθείας κεχωρισμένην ἀνειλήφατε. ἀλλ' ἔστιν οὐ βραδεῖα θεραπεία, εἴ γε
41.7.30
ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς τὸν θεὸν ἀπίδητε, ὅπερ
41.7.31
ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστι καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ
41.7.32
ὁ προειρημένος Εὐσέβιος σὺν δίνῃ τῶν συναγομένων αὐτῷ ἐνταῦθα ἐληλύθει καὶ
41.7.33
τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συνετεταράχει. 41. 13 Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ
41.7.34
τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα
41.7.35
ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ
41.7.36
πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ
41.7.37
ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρὸ πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ
41.7.38
πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας,
41.14.1
ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας
41.14.2
σπουδῆς. ἀλλ' αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ' ὅσης
41.14.3
νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ' ὅσης δὲ
41.14.4
αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο, ὑποπέμπων μέν μοι
41.14.5
διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παρ' ἐμοῦ συμμαχίαν τινά,
41.14.6
ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς
41.14.7
ἐκβάλλοιτο; μάρτυς ἐστί μοι τούτου ὁ θεὸς αὐτός, ὃς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως
41.14.8
ἐπιμένοι, ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς
41.14.9
ἐπιγνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν
41.14.10
ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος. 41. 15 Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς
41.14.11
τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογνίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν,
41.14.12
διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως
41.14.13
ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ 41. 16 τῆς τούτων
41.14.14
ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός. ἀλλ' οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ
41.14.15
ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον
41.14.16
ἐκείνους ὑπεδέξαντο καὶ παρ' ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς
41.14.17
τῆς τῶν τρόπων κακοηθείας. διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι·
41.17.1
ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι. νῦν ὑμέτερόν
41.17.2
ἐστι πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν, ἣ πάντοτε καὶ γεγενῆσθαι [καὶ]
41.17.3
συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως, ἵνα ἐπισκόπους ἁγνούς τε καὶ
41.17.4
ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν· εἴ τις δὲ ἢ πρὸς μνήμην τῶν
41.17.5
λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα
41.17.6
τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ τοῦτ' ἔστιν ἐμοῦ ἐνεργείας
41.17.7
ἀνασταλήσεται. 42. 1 Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ. Ὅση τῆς θείας
41.17.8
ὀργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὧν Εὐσέβιός τε καὶ Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ
41.17.9
μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα
41.17.10
τῷ συστήματι τοῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. ὅτε γὰρ
41.17.11
μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν τὴν προτέραν 42. 2
41.17.12
ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπήμασιν ἐμμένοντες ἑάλωσαν. διὰ
41.17.13
τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς τοῦ ἑαυτῆς ἀπώσατο λαοῦ. ἐπειδὴ μηδὲ ἔφερε τὰς
41.17.14
ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν, καὶ νῦν μὲν ἀξίαν παρ'
41.17.15
αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἑξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται. 42. 3
41.17.16
Ὅπερ τῇ σῇ ἀγχινοίᾳ δηλωθῆναι δεῖν ἡγησάμην, ἵν' εἴ τις κακὴ παραίνεσις τῶν
41.17.17
τοιούτων, ὡς ἔγωγε οὐκ οἶμαι, τῇ σῇ ἐνεκαθέσθη προαιρέσει, ταύτην τῆς ψυχῆς
41.17.18
ἀφελόμενος καθαρὰν ὡς προσῆκε τὴν διάνοιαν εἰλικρινῆ τε καθοσίωσιν καὶ
41.17.19
ἄχραντον πίστιν τῷ σωτῆρι θεῷ παρασχέσθαι προθυμηθῇς. καὶ γὰρ τοῦτο προσῆκόν
41.17.20
ἐστιν ὑπὸ τούτου πράττεσθαι, ὃς δ' ἂν ἀκεραίων τῶν τῆς αἰωνίου ζωῆς ἐπάθλων
41.17.21
ἀξιοῦσθαι βουλεύηται. καὶ ἄλλῃ χειρί· ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.

Intertext edge

Open linked passage

Note