De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ
4.1.2
τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς
4.1.3
καλῶς ὁρι σθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς
4.1.4
πρότερον ἀσεβεῖν 4. 2 διδαξάντων; εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ
4.1.5
Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ
4.1.6
μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς
4.1.7
ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν,
4.1.8
ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, «διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς
4.1.9
ὁδοῖς αὐτῶν», καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως
4.1.10
μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ' ὀλίγον δὲ ψέγοντας
4.1.11
ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον. 4. 3 τοῦτο δέ, ὡς ὁ
4.1.12
Ποιμὴν εἴρηκεν, ἔκγονόν ἐστι διαβόλου καὶ καπήλων δὲ μᾶλλον καὶ οὐ διδασκάλων
4.1.13
ἐστὶ γνώρισμα. ἔστι γάρ, ὡς οἱ πατέρες παραδεδώκασιν, ὄντως διδασκαλία καὶ
4.1.14
διδασκάλων ἀληθῶν τοῦτο τεκμήριον τὸ τὰ αὐτὰ ἀλλήλοις ὁμολογεῖν καὶ μὴ ἀμ
4.1.15
φισβητεῖν μήτε πρὸς ἑαυτοὺς μήτε πρὸς τοὺς ἑαυτῶν πατέρας. οἱ γὰρ μὴ τοῦτον δια
4.4.1
κείμενοι τὸν τρόπον μοχθηροὶ μᾶλλον καὶ οὐκ ἀληθεῖς ἂν καλοῖντο διδάσκαλοι.
4.4.2
Ἕλ ληνες γοῦν οὐχ ὁμολογοῦντες τὰ αὐτά, ἀλλὰ καὶ πρὸς ἀλλήλους
4.4.3
ἀμφισβητοῦντες, οὐκ ἀληθῆ τὴν διδασκαλίαν ἔχουσιν· οἱ δὲ ἅγιοι καὶ τῷ ὄντι τῆς
4.4.4
ἀληθείας κήρυκες ἀλλή λοις τε συμφωνοῦσι καὶ οὐ διαφέρονται πρὸς ἑαυτούς. εἰ
4.4.5
γὰρ καὶ διαφόροις χρόνοις γεγόνασιν, ἀλλ' εἰς ταὐτὸν ἀλλήλοις ὁρμῶσιν ἑνὸς ὄντες
4.4.6
τοῦ θεοῦ προφῆται καὶ τὸν αὐτὸν συμφώνως εὐαγγελιζόμενοι λόγον.