Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἃ γοῦν Μωσῆς ἐδίδασκε, ταῦθ' Ἁβραὰμ ἐφύλαττεν· ἃ δὲ Ἁβραὰμ
5.1.2
ἐφύλαττε, ταῦτα Νῶε καὶ Ἐνὼχ ἐγίνωσκον διακρίναντες καθαρὰ καὶ ἀκάθαρτα καὶ
5.1.3
εὐάρεστοι γινόμενοι τῷ θεῷ. καὶ γὰρ καὶ Ἄβελ οὕτως ἐμαρτύρησεν ἐπιστάμενος
5.1.4
ταῦτα, ἅπερ ἦν μαθὼν παρὰ τοῦ Ἀδὰμ τοῦ καὶ αὐτοῦ μαθόντος παρὰ κυρίου, ὃς καὶ
5.1.5
ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐλθὼν εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἔλεγεν· «οὐκ ἐντολὴν
5.1.6
καινὴν δίδωμι 5. 2 ὑμῖν, ἀλλ' ἐντολὴν παλαιάν, ἣν ἠκούσατε ἀπ' ἀρχῆς». διὰ τοῦτο
5.1.7
καὶ ὁ παρ' αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ
5.1.8
διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ
5.1.9
Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ
5.1.10
παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ
5.1.11
ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται 5. 3 ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τοῦ
5.1.12
τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους
5.1.13
καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν
5.1.14
αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ
5.1.15
μήτε τοῦτο μήτ' ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι
5.1.16
περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι 5. 4 γνώμαις. τοιοῦτοι
5.1.17
δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ
5.1.18
παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς
5.1.19
«τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν
5.5.1
εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν». ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ
5.5.2
ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν.
5.5.3
ἔδει μὲν οὖν μήθ' ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας
5.5.4
αὐτῶν προφάσεις ἀποκρί νεσθαι μήτ' ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι,
5.5.5
οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα
5.5.6
μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός 5. 6 ἐστι καὶ κακοήθης. τὸ δὲ ὑπογράψαι μετὰ
5.5.7
τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολο γήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ
5.5.8
τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ
5.5.9
οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ
5.5.10
μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός 5. 7 ἐστι. διὸ ἔδει μέν, καθάπερ
5.5.11
εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ
5.5.12
νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης
5.5.13
ἀσεβείας. εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γρα φείσης
5.5.14
πλατυτέρῳ τῷ κατ' αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ
5.5.15
ἐκείνους καθ' ἕκαστον τῶν ὑπ' αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ
5.5.16
οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.

Intertext edge

Open linked passage

Note