Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De decretis Nicaenae synodi
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Εἰ δὲ ὅτι μὴ ἐδύνατο τὰ λοιπὰ κτίσματα τῆς ἀκράτου χειρὸς τοῦ ἀγενήτου
8.1.2
τὴν ἐργασίαν βαστάξαι, μόνος ὁ υἱὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ' ἄλλα ὡς δι'
8.1.3
ὑπουργοῦ καὶ βοηθοῦ τοῦ υἱοῦ γέγονε· καὶ τοῦτο γὰρ Ἀστέριος ὁ θύσας ἔγραψεν, ὁ
8.1.4
δὲ Ἄρειος μεταγράψας δέδωκε τοῖς ἰδίοις καὶ λοιπὸν ὡς καλάμῳ τεθραυσμένῳ
8.1.5
χρῶνται τῷ ῥηματίῳ 8. 2 τούτῳ ἀγνοοῦντες τὸ ἐν αὐτῷ σαθρὸν οἱ παράφρονες. εἰ
8.1.6
γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ– ἔστι δὲ καθ' ὑμᾶς ὁ υἱὸς εἷς
8.1.7
τῶν γενητῶν– πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ
8.1.8
γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ' ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ
8.1.9
πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ. τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος
8.1.10
τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν.
8.1.11
κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου μεσίτην, ὥστε καὶ εἰς ἄπειρον
8.1.12
ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ
8.1.13
τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι 8. 3 τὴν ἄκρατον χεῖρα
8.1.14
τοῦ ἀγενήτου. εἰ δὲ τὸ ἄτοπον τοῦτο συνορῶντες ἄρχεσθε λέγειν, ὅτι ὁ υἱὸς κτίσμα
8.1.15
ὢν ἱκανὸς γέγονεν, ὥστε ὑπὸ τοῦ ἀγενήτου γενέσθαι, ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα
8.1.16
γενητὰ ὄντα δυνατὰ ἦν παρὰ τοῦ ἀγενήτου ὑπουργηθῆναι· κτίσμα γὰρ καθ' ὑμᾶς
8.1.17
κἀκεῖνος ὥσπερ οὖν καὶ ταῦτα πάντα ἐστί. καὶ περιττὴ λοιπὸν τοῦ λόγου ἡ γένεσις
8.1.18
κατὰ τὴν ἀσεβῆ καὶ μωρὰν ὑμῶν ἐπίνοιαν, αὐτάρκους ὄντος τοῦ θεοῦ τὰ πάντα
8.1.19
αὐτουργεῖν πάντων τε τῶν γενητῶν δυναμένων τὴν ἄκρατον χεῖρα 8. 4 βαστάξαι τοῦ
8.1.20
θεοῦ. ἀνοήτου δὴ οὔσης αὐτῶν τῆς τοιαύτης φρενοβλαβείας, ἴδωμεν εἰ μὴ καὶ τὸ
8.1.21
λεγόμενον τοῦτο τῶν ἀσεβῶν τὸ σόφισμα πλέον τῶν ἄλλων αὐτῶν ἀλογώ τερον
8.1.22
ἀναφανείη. Ἀδὰμ μόνος ὑπὸ μόνου τοῦ θεοῦ διὰ τοῦ λόγου γέγονεν. ἀλλ' οὐκ ἐν τῷ
8.1.23
πάλιν τὸν Ἀδὰμ πλέον τι τῶν πάντων ἀνθρώπων ἔχειν ἢ διαφέρειν τῶν μετ' αὐτὸν
8.1.24
ἄν τις φήσειεν, εἰ μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ πεποίηται καὶ πέπλασται,
8.1.25
ἡμεῖς δὲ πάντες ἐκ τοῦ Ἀδὰμ γεννώμεθα καὶ κατὰ διαδοχὴν τοῦ γένους συνιστάμεθα,
8.1.26
ἕως μόνον καὶ αὐτὸς ἐκ γῆς ἐπλάσθη, καὶ μὴ ὢν πρότερον ὕστερον γέγονεν.

Intertext edge

Open linked passage

Note