De decretis Nicaenae synodi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Εἰ δὲ καὶ πλέον τις τῷ πρωτοπλάστῳ δοίη διὰ τὸ κατηξιῶσθαι τῆς τοῦ
9.1.2
θεοῦ χειρὸς αὐτόν, ἀλλ' ἐν τιμῇ καὶ μὴ τῇ φύσει τὸ πλέον εἰς αὐτὸν ὁ τοιοῦτος
9.1.3
λογιζέσθω. ἐκ γῆς γὰρ γέγονεν ὥσπερ καὶ πάντες· καὶ ἡ χεὶρ δὲ ἡ πλάσασα τότε τὸν
9.1.4
Ἀδὰμ αὕτη καὶ νῦν 9. 2 καὶ ἀεὶ τοὺς μετ' ἐκεῖνον πάλιν πλάττει καὶ διασυνίστησι. καὶ
9.1.5
τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· «πρὸ τοῦ με πλάσαι σε ἐν
9.1.6
κοιλίᾳ ἐπίσταμαί σε». περὶ δὲ τῶν πάντων ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα
9.1.7
πάντα». καὶ πάλιν διὰ Ἡσαίου φησίν· «οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ
9.1.8
πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος
9.1.9
καὶ ἐστερέωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο γινώσκων ἔψαλλεν· «αἱ χεῖρές σου
9.1.10
ἐποίησάν με καὶ ἔπλασάν με». καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· «οὕτως λέγει κύριος ὁ
9.1.11
πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ» τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν
9.1.12
ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ 9. 3 χειρὶ συνιστάμεθα καὶ
9.1.13
κτιζόμεθα πάντες. εἰ τοίνυν οὕτως, ὦ Ἀρειανοί, καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ φρονεῖτε,
9.1.14
ὅτι οὕτως καὶ αὐτὸς ὑπέστη καὶ γέγονεν, οὐδὲν καθ' ὑμᾶς τῶν ἄλλων κατὰ τὴν
9.1.15
φύσιν διοίσει, ἕως καὶ αὐτὸς οὐκ ἦν καὶ γέγονε καὶ ἐξ ἀρετῆς καὶ αὐτῷ συνεκτίσθη
9.1.16
τοῦ ὀνόματος ἡ χάρις. εἷς γάρ ἐστι καὶ αὐτός, ἀφ' ὧν λέγετε, περὶ ὧν ἐν Ψαλμοῖς τὸ
9.1.17
πνεῦμά φησιν· «αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη 9. 4 σαν».
9.1.18
τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ
9.1.19
ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ' οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον
9.1.20
παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φή
9.1.21
σουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· «διὰ τοῦτο πλέον
9.1.22
τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν,
9.1.23
ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ' ἄλλα πάντα τοῦ υἱοῦ μετέχει».
9.1.24
κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ
9.1.25
χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ
9.1.26
κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.