Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fallacia diaboli
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ὅσα ὁ διάβολος παρεισήνεγκε τῷ γένει τῶν ἀνθρώπων δεινὴν ἀπειλήν, κατὰ τοῦ ἡμετέρου γένους ἐξ ἀρχῆς συνεσκευάσατο καὶ τὴν πονηρίαν καθ' ἡμῶν ἐμηχανήσατο. θεοῦ γὰρ τοῦ ποιήσαντος ἡμᾶς ἠλλοτρίωσεν, παραδείσου ἡμᾶς ἐξέβαλεν, θανάτῳ ἡμᾶς παραδέδωκεν, ἁμαρτίας ἐνέβαλεν, φθορὰν ἡμῖν προυξένησεν, πόνους ἡμῖν ἐπενόησεν· τούτων τῶν κακῶν ἡμᾶς ἐνέπλησεν ὁ πονηρός, τούτων ἐρρύσατο ὁ ἀγαθὸς θεός, δεῖ δὲ ἐφίκεσθαι καὶ πονηρίαν, ἵνα γνόντες πρὸς τίνα ἔχομεν ἀσφαλισώμεθα. αὐτοῖς γὰρ καλῶς γέγονεν καθ' ἡμῶν... κακία τοῖς κεκοσμημένοις προυξένησεν ἀκοσμίαν, προθέμενος γὰρ ἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ ἀλλοτριῶσαι, παγίδας συνεστήσατο ἡμῖν διά τε οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάσσης, ἵνα ὅπου ἀνανεύσωμεν ἢ περιστραφῶμεν, περιληφθῶμεν οἷς συνεσκευάσατο. θεωρήσας γὰρ ὅτι καλὰ τὰ δημιουργήματα, πρώτοις τούτοις ἐπεχείρησεν ἡμᾶς τοῦ δημιουργοῦ ἀπαλλοτριῶσαι. λαμπρός, φησίν, ὁ οὐρανός, κεχρήσομαι αὐτῷ, ἀποχρήσομαι αὐτῷ εἰς τὸ σκοτίσαι· καὶ ἥλιος φαίνῃ, ἔστω σκοτεινὸς τοῖς ἀνθρώποις· καὶ τὴν τάξιν τῶν δημιουργημάτων εἰς ἀταξίαν καθ' ἡμῶν καθώπλισεν, τὰ γὰρ κατ' οὐρανὸν τῶν δημιουργημάτων κάλλη ὑποδεικνύων ἀπεστέρησεν ἡμᾶς τοῦ προσκυνεῖν τὸν ποιητὴν καὶ ἀφέντες τὸν δημιουργὸν ἔστημεν εἰς τὰ δημιουργήματα καὶ γέγονεν ἡμῖν ἡ τάξις εἰς ἀταξίαν καὶ ὁ κόσμος εἰς ἀκοσμίαν καὶ τὸ φῶς εἰς σκότος καὶ τὰ ποιήματα εἰς προσκυνήματα. ἐπειδὴ φύσει ὀρέγεται ἡ ψυχὴ καλοῦ, θεασάμενος εἰς τί κἂν ἀνένευκεν ἡ ψυχή, κάλλη ὑποκρίσει προτείνει, ἵνα τῶν καλλίστων ἀποστερηθῇ· περιθεὶς δὲ πίστιν τῷ δρόμῳ τῶν ἄστρων καὶ τὴν τάξιν τὴν κατ' οὐρανὸν ψευδῶς εἱμαρμένην ἐκάλεσεν τὴν πρόνοιαν ἐκβαλών, ἵνα μὴ ἑξώμεθα θεῷ βουλόμενοι σώζεσθαι· καὶ ἃ χρὴ ἐπιζητῆσαι παρὰ θεοῦ, ταῦτα, φησί, πάντα παρὰ τῶν ἄστρων ζητεῖ, συκοφαντήσας τὰ δημιουργήματα, ἵνα μὴ ζητηθῇ ὁ δημιουργήσας· καὶ λέξεις καλὰς τοῖς ποιηταῖς ἐνδοὺς καὶ σχήματα ἐπιτετηδευμένα περιθεὶς καὶ τῇ ἡδονῇ τῶν μύθων τὸ ψεῦδος κρύψας φησίν, ὁ οὐρανὸς γεννᾷ.

Intertext edge

Open linked passage

Note