De fallacia diaboli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Κἀμοῦ ἀνέχεσθαι μνημονεύοντος μύθων ἐν καιρῷ· οὐχ ἵνα μιανῶ τὸν ἅγιον τόπον αἰσχρῶν μνημονεύσω, ἀλλ' ἵνα τὰ αἰσχρὰ ἐνταῦθα ἐλεγχθέντα ἐλευθερώσῃ τοὺς κατεχομένους τῇ ἀπάτῃ. οὐ γὰρ ὁ ἀπόστολος κατώκνησεν μνημονεῦσαι τὰ ἀπὸ τῶν πράξεων φαῦλα καὶ διηγήσασθαι," οὐχ ἵνα," φησίν," ταῦτα μάθωμεν, ἀλλ' ἵνα τούτων ἐλευθερῶμεν"· τὸ γὰρ" ἄρρενες ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι", αἰσχρὰ πρᾶξις καὶ οὐ σεμνὸν τὸ ῥῆμα, ἀναγκαία δὲ ἡ θεραπεία. πᾶς γὰρ ὁ θεραπεύων ἕλκος ἀνέχεται δυσωδίας, μολύνει τὰς χεῖρας· ἐὰν γὰρ μείνωσι καθαραὶ αἱ χεῖρες, ἐπιμένει ἡ νομή. ἐπεὶ τοίνυν τὸ ψεῦδος ἐλέγξαι δεῖ, ἵνα φανῇ ὁ ἔλεγχος... ἔοικεν γὰρ ὁ πονηρὸς τοῖς τὰ θανάσιμα φάρμακα διδοῦσιν γλυκέσιν ἐκπόμασιν, οὕτως καὶ αὐτὸς λέξεσι καλαῖς τὴν πονηρίαν κρύψας ἔλαθεν ἐπιβουλεύων διὰ τῆς ἔξωθεν ἐπισκιάσεως καὶ ὡς πάλιν οἱ τὰ φάρμακα διδόντες οὐ γυμνὰ διὰ τὴν πικρότητα παρέχουσιν, ἀλλὰ τῇ εἰθισμένῃ τροφῇ ἐγκρύπτουσιν τὴν πονηρίαν, οὕτως λέξεις κομψὰς καὶ σχήματα ἐπιτετηδευμένα ἐμβαλὼν τῇ τῶν μύθων πλάνῃ καὶ τῇ τῆς ἀσελγείας ἡδονῇ καὶ προσθεὶς τῶν ἑορτῶν τὴν μέθην καὶ τὴν ἑστίαν, ἵνα βαρυνόμενοι μὴ περιεργασώμεθα τῶν μύθων τὸ ψεῦδος, ἀλλ' ἑορτάζωμεν καθ' ἑαυτῶν γυμνούμενοι διὰ τὸν οἶνον, πηλῷ φυρόμενοι διὰ τὴν ἀσέβειαν, αἰσχρὰ φθεγγόμενοι καὶ πάσχοντες. καὶ πάντα ἐνδέδωκε τῇ ἡδονῇ, ἵνα μὴ ζητηθῇ ὁ τῆς σωφροσύνης ἔκδικος, ἐπειδὴ γὰρ ἑώρα ὅτι συντείνει εἰς τὸ θεῖον ἡμῶν ἡ ψυχή, εἰσάγει μὴ ὄντας θεούς, ἵνα τοῦ ὄντος ἐκπέσωμεν καὶ τούτοις περιτίθησι μοιχείας, ἵνα μὴ ἀσκήσωμεν σωφροσύνην.