De fallacia diaboli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Τίς γὰρ ἀκούων ὅτι θεὸς κατὰ τὸν μῦθον,– εἴπερ γάρ εἰσι λεγόμενοι θεοί,– ἀλλὰ δὴ τίς ἀκούων ὅτι θεός τις ὢν καὶ πρῶτος θεῶν ταῦρος γέγονεν, ἵνα παρθένον συλήσῃ καὶ πάλιν χρυσός, ἵνα κόλπους ἐρημώσῃ καὶ πάλιν ἀετός, ἵνα νεανίαν εἰς παρὰ φύσιν ἡδονὴν ἁρπάσῃ, τίς οὐκ ἀνάσχηται μιμεῖσθαι ὃν προσκυνεῖ. εἰ γὰρ ὁ προσκυνούμενος μεταβάλλει τὴν φύσιν, ἵνα φθείρῃ ψυχὴν ἢ ὁ ἄνω λεγόμενος κατέρχεται διὰ ἀσέλγειαν, τί πάθωσιν οἱ κάτω κυλιόμενοι, μιμούμενοι τὸν προσκυνούμενον. ἡδονῆς δὲ ἐπεισαχθείσης τῇ ψυχῇ ἐσκότωται πρὸς διάγνωσιν τῶν πραγμάτων· ὥσπερ κονιορτοῦ ἐμπεσόντος ἐν τῷ ὀφθαλμῷ ἀπεστέρηται ἡ ὄψις τοῦ διακρίνειν, οὕτως πάθους ἐμπεσόντος τῇ ψυχῇ οὐδὲν διακρίνει ἡ παθοῦσα καὶ ὥσπερ ἡ τοῦ κυβερνήτου τέχνη ἐπελθόντος χειμῶνος ἀπόλλυται, οὕτως ἐπερχομένων παθῶν τῇ ψυχῇ ἥττηται ὁ λογισμός. ὅσα κακὰ ὁ διάβολος περιεργάσατο, ἵνα γνώσθῃ, ὅσα ὁ θεὸς ἀγαθὰ διὰ Χριστοῦ ἐχαρίσατο· ὅταν γὰρ φανῇ ἡ προλαβοῦσα ἡμᾶς νόσος διὰ τὴν ἐπιβουλήν, ἡ χρονία ἐκείνη καὶ πολυπαμποίκιλος φανήσεται τοῦ ἰατροῦ ἡ δύναμις.