Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fallacia diaboli
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Πάντα ἐκίνησε καθ' ἡμῶν ὁ διάβολος· τὰ μὲν ἕκοντα, τὰ δὲ ἄκοντα. οὐρανὸν καθ' ἡμῶν οὐκ ἕκοντα, οὐ γὰρ θέλει ὁ οὐρανὸς προσκυνεῖσθαι ἀλλὰ μηνύειν τὸν προσκυνούμενον. ὃ δὲ μὴ βούλεται οὐρανὸς προσχαρισάμενος τῷ μὴ θέλοντι καὶ συκοφαντήσας τὸ δημιούργημα πρὸς τὸ προσκυνεῖσθαι ἀπεστέρησεν· ὅσον ἐπ' αὐτὸν τὸν προσκυνούμενον τοῦ προσκυνεῖσθαι ἀπεστέρησεν ὅσον ἐπ' αὐτόν... οὐ γὰρ θεὸς ταῦτα ἀπαιτεῖ, ἡμᾶς δὲ ὠφελεῖ,– ἐνέπλησεν ἡμῶν τὰς καρδίας μύθων, ἵνα μὴ δεξώμεθα τὴν ἀλήθειαν. πολλοί, φησί, θεοὶ καὶ μὴ ζητείσθω ὁ εἷς· καὶ γλυκεῖα ἡ ἡδονή, παροράσθω ἡ σωφροσύνη· καὶ οἱ θεοί, φησίν, ἀσεβοῦσιν, μὴ ζήτει τὸ σεμνόν· καὶ οἷς δέδωκεν ἡμῖν ὁ θεὸς καλοῖς, τούτοις ἐχρήσατο καθ' ἡμῶν οὐ κατὰ τὸν θεόν. καλός, φησίν, ὁ χρυσός, χωνευέσθω εἰς ψεῦδος καὶ ὁ ἄργυρος γινέσθω ἄγαλμα εἰς ἀπάτην καὶ οἱ λαμπροὶ λίθοι εἰς ἄλλην ἐπίνοιαν καὶ τὰ σύνδενδρα ἀφοριζέσθω δαίμοσι καὶ πηγαὶ ἀνατιθέσθωσαν ἀλλήλοις καὶ οἱ ποταμοὶ ἑτέροις καὶ ἡ θάλασσα ἄλλοις.

Intertext edge

Open linked passage

Note