Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De fallacia diaboli
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ὀκνῶ λέγειν, συνείσασιν δὲ οἱ εἰδότες· ἐσπούδασεν ἀλλοτριῶσαι τὰ δημιουργήματα, ἐπενόησε ταῦτα. ὑπηκούσαμεν ἡμεῖς, οὐ γὰρ ἀνάγκη ὅτι ἡμᾶς εἵλκυσεν, ἀλλὰ πείσας ἔλαβεν, ὥσπερ οἱ εὐγενεῖς τῶν παίδων ὑποφθεί ρονται, διὰ γλυκέων τινῶν ἀπὸ τῶν γονέων ἀποσυλῶνται. οὕτως καὶ ὁ διάβολος εἰς παράδεισον εἰσελθὼν ἔδειξεν ὅτι καλὸν τὸ δένδρον καὶ ἐνέβαλεν ἰόν, τοῖς γὰρ καλοῖς ἀναφύεται φθόνος. εἰ δὲ ἄνθρωπον ἐν παραδείσῳ διαίτημα ἀγγέλων ἔχοντα, φιλούμενον ὑπὸ τοῦ πλάσαντος, τετιμημένον ὑπὸ τοῦ δημιουργήσαντος... πάντα εἶχεν δεδομένα τῷ ἀνθρώπῳ εἰς λειτουργίαν, πάντα εἰς ὑπηρεσίαν, οὐκ ἤνεγκεν τοῦ ἀνθρώπου τὴν εὐπραγίαν καὶ προσῆλθεν ὡς φίλος, ἔδρασε δὲ τὰ τῶν ἐχθρῶν, διέβαλε τὸν πλασθέντα πρὸς τὸν πλάσαντα, ἔπειθε παρακούειν. ἵνα αὐτὸς πιστεύθῃ, ἔδει τὸν θεὸν ὀργισθῆναι εἰς αὐτοὺς δημιουργήσαντα καὶ ὁ εὐεργέτης οὐκ ἐπιστεύθῃ, ὁ δὲ σύνδουλος προεπιστεύθῃ· καίτοι προησφαλίσατο ὁ θεὸς καὶ ἠπείλησε θάνατον, ἐὰν παρακούσῃ, οὐχ ἵνα ἀποθανῇ, ἀλλ' ἵνα μὴ παρακούσας μὴ ἀποθανῇ. ὁ δὲ ἐξαπατήσας καὶ πείσας καὶ λαβὼν αἰχμάλωτον τὸν ἄνθρωπον καὶ... ἐπειδὴ ἔλαβεν, ἐπέσφιγξεν αὐτῷ τὰ δεσμά, ἐπλήθυνεν αὐτῷ τὴν ἀπάτην, ἵνα μήποτε τῆς κακουργίας αἰσθανόμενος ζητήσῃ τὸν εὐεργέτην. διὰ τοῦτο διὰ τὰ τοιαῦτα ἐξήπλωσεν αὐτῷ ὁ διάβολος δίκτυα· ἔδειξεν οὐρανὸν καὶ φησίν, προσκυνεῖτε, καὶ ἥλιον θεοποιεῖ, ἵνα θεοῦ ἐκπέσωμεν καὶ σελήνην ἄλλως τιμᾶσθαι παρὰ τὸ πρέπον κατεσκεύασεν. πολλοὺς ὠνόμασεν τοὺς μὴ ὄντας, ἵνα τοῦ ὄντος ἐκπέσωμεν· ἔστησε πρὸ ὀφθαλμῶν ἀρρένων γυμνὰς θηλείας ὡς θεούς, ἵνα οἱ ὀφθαλμοὶ γυμνὴν τὴν προσκυνουμένην ὁρῶντες ἐγείρωσιν καθ' ἑαυτῶν τὴν καθεύδουσαν ἡδονήν. οὕτως γοῦν ἐπιθυμίαν ὁρᾷ δι' ὁράσεως προβεβλημένην· καὶ γὰρ τοῖς ἰχθύσιν οὐ καθαρὸς ὁ χαλκὸς προβάλλεται ἀλλὰ διὰ τῆς τροφῆς κρυπτόμενος· καὶ νῦν ἀγάλματα χωνευθέντα πλάσμασι καὶ τέχναις περιεργαζεσθέντα φέρει γυμνά, κρύπτει ἐν αὐτοῖς τὰ ἔνεδρα, παρα δειγματίζει τὴν θηλείαν, παροξύνει τὴν ἡδονήν, σκανδαλίζει τοὺς ἄρρενας ἀφίστασθαι θεοῦ, ἀπωθεῖσθαι τὴν σωφροσύνην, ῥιζοῖ τὴν ἀσέλγειαν. τίς γὰρ γυνὴ τὴν νομιζομένην θεὰν γυμνὴν ὁρῶσα καλύπτεσθαι σπουδάζει ἢ τίς ὡς τελοῦσα ἑορτὰς μοιχείας θεοῦ αὐτῆς συνείδησιν ἀνδρὶ φυλάσσει;

Intertext edge

Open linked passage

Note